Σχόλιο Ρωμαίικου Ὁδοιπορικοῦ: Εἶναι μία ἀπὸ τὶς σημαντικότερες ἀποφάσεις Συνόδων, καθὼς τὸ περιεχόμενό της εἶναι καθαρὰ χριστολογικὸ καὶ τριαδολογικό. Καὶ ἐπειδὴ ἡ πίστη μας εἶναι ἀπόλυτα χριστοκεντρική, κάθε πιστὸς ὀφείλει νὰ γνωρίζει τὴν ἀλήθεια γιὰ τὸ πρόσωπο τοῦ Θεανθρώπου Χριστοῦ. Αὐτὴ ἡ Θεοφώτιστη ἀλήθεια καταγράφεται στὴν ἀπόφαση τῆς Δ’ Οἴκ. Συνόδου. Φέτος ἑορτάζεται ἡ μνήμη τους τὴν...Κυριακή, 17 Ἰουλίου.
«Επόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώμα τος, ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ᾽ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου τῆς θεοτόκου κατὰ τὴν ἀνθρωπότητα, ἕνα καὶ τὸν αὐτὸν Χριστὸν υἱὸν κύριον μονογενῆ, ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης, οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονογενῆ θεὸν Λόγον Κύριον Ἰησοῦν Χριστόν, καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς Χριστὸς ἐξεπαίδευσεν καὶ τῶν πατέρων ἡμῖν παρέδωκεν σύμβολον».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου