13 Σεπ 2022

Ἀναζήτησις καί εὕρεσις τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ ἐπί Κωνσταντίνου καί Ἑλένης τῶν Ἁγίων καί πρώτων ἐν Χριστιανοῖς Εὐσεβεστάτων Βασιλέων

Τῷ τριακοσιοστῷ εἰκοστῷ ἔτει ἀπὸ τοῦ πάθους τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ζήτησις καὶ ἀνεύρεσις ἐγένετο ἐν ᾧ (Σταυρῷ) ἐκρεμάσθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον βασιλεύοντος Κωνσταντίνου τοῦ θεοφιλεστάτου ἀνδρός, ὃν ἔτεκεν ἡ σεμνοτάτη Ἑλένη ἡ φιλόχριστος. Αὕτη ζήτησιν ἐποίησεν περὶ τοῦ πεποθημένου Τιμίου καὶ Ἁγίου ξύλου, ἐφ᾿ ᾧ ὁ Χριστὸς ἐκρεμάσθη. Κοιλοπονοισάσης γὰρ ἐμπόνως τὴν ἐνανθρώπισιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὴν ἐπὶ τοῦ Σταυροῦ ὕψωσιν καὶ τὴν ἐκ νεκρῶν αὐτοῦ Ἀνάστασιν, οὐκ ἐκαρτέρησεν ἡ σεμνοπρεπεστάτη, ἀλλ᾿ ὅλῃ τῇ ψυχῇ καὶ τῇ διανοίᾳ χρησαμένῃ, ἔσπευσεν τοῦτον ἀναζητῆσαι, καὶ ἄχραντον δῶρον τῷ κόσμῳ ἀναδεῖξαι· τοιούτῳ γὰρ ζήλῳ εὐτρόπῳ καὶ δυσευρέτῳ ἐπεπόθει τὸ ἁγιασθέν ξύλον.
Ἐπορεύθη ἐν Ἰερουσαλήμ ἐν τῷ μηνὶ δευτέρῳ, ὀγδόῃ καὶ εἰκάδι σὺν στρατιώταις ἅμα πολλοῖς, καὶ ἐκκλησίαν συγκροτήσασα ἐκάλεσεν πάντας τοὺς εὑρισκομένους Ἰουδαίους ἐν Ἰερουσαλήμ καὶ ὅσους ἦσαν περιληφθέντες εἰς τὰς πέριξ...
πόλεις καὶ κώμας· συνήχθησαν δὲ πάντες οἱ Ἰουδαῖοι τὸν ἀριθμὸν δισχίλιοι, οὕς μεταστειλαμένη ἡ μακαρία Ἑλένη, λέγει αὐτοῖς, «ἔγνων ἀπὸ τῶν ἁγίων Προφητῶν, ὅτι σπέρμα δίκαιοι ἦτε, ἠγαπημένοι ὑπὸ Κυρίου, ἀλλ᾿ ὑμεῖς οὐ συνείκετε, ἀλλ᾿ ἐνομίσατε τὸ φῶς εἶναι σκότος, καὶ τὴν ἀλήθειαν ψεῦδος, καὶ τὸν θέλοντα ὑμᾶς ἀπὸ τῆς κατάρας λυτρώσασθαι, κατηράσασθε αὐτόν, καὶ τὸν τοὺς νεκροὺς ἐγείραντα ἠθελήσατε νεκρὸν προσαγορεῦσαι. Τἀνῦν δὲ λέγω ὑμῖν, ἐπιλέξασθε ἑαυτοῖς τοὺς νομίζοντας εἰδέναι τὸν νόμον περὶ οὗ μέλλω ἐπερωτᾶν ὑμᾶς λόγον.


Οἱ δὲ ἐπορεύθησαν μετὰ φόβου μεγάλου, καὶ συνήθροισαν τοὺς νομίζοντας εἰδέναι τὸν νόμον ἄνδρας χιλίους, μαρτυροῦντες περὶ αὐτῶν καὶ λέγοντες ὅτι οὗτοι εἰσὶν οἱ τὸν νόμον εἰδότες ἀκριβῶς· ἡ δὲ λέγει αὐτοῖς «ἀκούσατὲ μου φησὶ τοὺς λόγους, ἐνωτήσασθαι πάντα τὰ ρήματα τοῦ στόματὸς μου· οὐκ ἠκούσατε τῶν ἁγίων προφητῶν, πῶς κατήγειλαν περὶ τοῦ Χριστοῦ, καὶ τοῦ δι᾿ αὐτῶν λαλοῦντος ἁγίου Πνεύματος καὶ λέγοντος: «παιδίον ἐγεννήθη, οὗ ἡ μήτηρ αὐτοῦ οὐ γνωρίσεται» καὶ ὁ ὑμνῳδὸς Δαβὶδ «προορώμην τὸν Κύριον ἐνώπιον μου διαπαντός, ὅτι ἐκ δεξιῶν μου ἐστὶ ἵνα μὴ σαλευθῶ» καὶ πάλιν Ἡσαΐας προανεφώνει περὶ ὑμῶν, ὅτι «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δὲ μὲ ἠθέτησαν», καὶ αὖθις ὁ αὐτὸς προφήτης ὑπολαμβάνει λέγων «ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ Κυρίου αὐτοῦ, Ἰσραήλ δὲ με οὐκ ἔγνω καὶ ὁ λαὸς μου οὐ συνῆκε». Ἴδε οὖν ὑμεῖς οἱ ἀναγινώσκοντες οὐ νοεῖτε. ὅθεν φυλαττομένους ὑμᾶς, δίδωμι ὑπὸ στρατιωτῶν ἔχοντας διορίαν, ἐπιλέξασθε οὖν ἑαυτοῖς τοὺς νομίζοντας εἰδέναι τὸν νόμον. Οἱ δὲ πάλιν καθ᾿ ἑαυτοὺς συμβούλιον ποιησάμενοι, εὗρον ἄνδρας πεντακοσίους, τοὺς εἰδότας ἀκριβῶς τὸν νόμον· καὶ παραγενομένων αὐτῶν, λέγει αὐτοῖς «τίνες οὗτοι;» Λέγουσιν«Οὗτοι εἰσὶ Δέσποινα ἡμῶν καὶ κυρία, οἱ καλῶς καὶ ἀκριβῶς τὸν νόμον εἰδότες». Καὶ πάλιν ἀρξαμένη ἡ μακαρία Ἑλένη, τὸν τῆς ἀληθείας λόγον ἐδίδασκεν λέγουσα. Ἕως πότε μωροὶ ἡμεῖς οἱ υἱοὶ Ἰσραήλ; οὐκ ἠρκέσθητε ἐπὶ τῇ πορώσει τῶν πατέρων ὑμῶν λέγοντες μὴ εἶναι Θεόν; Εἴπατε τοὺς προφήτας καθ᾿ ἕνα αὐτῶν, ὑμεῖς δὲ ἅ ἀναγινώσκητε οὐ νοεῖτε. Οἱ δὲ εἶπον, ἡμεῖς ἀναγινώσκομεν, καὶ γινώσκομεν, περὶ δὲ τίνος ἐπερωτᾶς ἡμᾶς δέσποινα; φράσον ἡμῖν, ἵνα καὶ ἡμεῖς συνόντες, φανέρωσιν δῶμεν τοῖς λεγομένοις παρὰ σοῦ. Ἡ δὲ πρὸς αὐτούς, «πάλιν μετὰ ἀκριβείας πορευθέντες κατ᾿ ἰδίαν ἐπιλέξασθαι ἑαυτοῖς, μετὰ πάσης σκέψεως καὶ ἀληθείας, τοὺς δοκοῦντας τὸν νόμον εἰδέναι». Οἱ δὲ πορευόμενοι, λέγουσι καθ᾿ ἑαυτούς, «ἕνεκεν τίνος παρέχει ἡμῖν τοὺς κόπους τούτους ἡ Βασίλισσα;» Εἷς δὲ ἐξ αὐτῶν ὀνόματι Ἰούδας, λέγει αὐτοῖς, οἶδα ἐγώ, ὅτι ζήτησιν μέλει περὶ τοῦ ξύλου, ἐφ᾿ οὗ τὸν Ἰησοῦν ἐκρέμασαν οἱ πατέρες ἡμῶν· βλέπετε οὖν μή τις ὁμολογήσῃ αὐτῇ, ἐπεὶ ὄντως καταλυθήσονται αἱ πατρικαὶ ἡμῶν παραδόσεις. Ζακχαῖος γὰρ ὁ παποῦς μου, διεστείλατο τῷ πατρὶ μου Σίμωνι καὶ ὁ πατήρ μου πάλιν ἐμοὶ λέγει «βλέπε τέκνον, ζήτησις ἔχει γενέσθαι τοῦ Σταυροῦ, ἐφ οὗ ἐκρεμάσθη ἡ Μεσσίας, καὶ ὅταν μέλει ζητεῖσθαι τὸ ξύλον φανέρωσον αὐτὸ ἐν τάχει προτοῦ σε τιμωρηθῆναι· οὐκέτι γὰρ γένος Ἐβραίων βασιλεύσει εἰς τοὺς αἰῶνας, ὅτι οὗτος ἐστὶν ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁ δὲ παπποῦς μου Ζακχαῖος, ταύτας τὰς ἐντολὰς παρέλαβεν παρὰ τοῦ πατρὸς αὐτοῦ Στεφάνου τοῦ λιθασθέντος ὑπὸ τῶν πατέρων ἡμῶν. Ἵνα τὶ ἐπ᾿ αὐτῶν τὰς χεῖρας ὑπήνεγκαν; ὁ δὲ λέγει «ἄκουσὸν μου τέκνον, οὐ συνέθεντο ἡμῶν οὐδὲ ἐσυνευδόκησαν μετὰ τῶν Σταυρωσάντων τὸν Ἰησοῦν, ἀλλ᾿ ἐπειδὴ ἔλεγχεν τοὺς πρεσβυτέρους καὶ Ἀρχιερεῖς τοῦ λαοῦ, κατέκριναν αὐτὸν Σταυρωθῆναι, προσδοκῶντες ὅτι θανατώσωσι αὐτόν, ὅντινα καθελῶντες ἔθαψαν ἐν μνημείῳ «αὐτὸς δὲ τριήμερος ἀναστάς, ἐνεφάνησεν ἑαυτὸν τοῖς μαθηταῖς αὐτοῦ, ὅθεν πεισθεὶς Στέφανος ὁ παπποῦς μου ἤρξατο διδάσκειν ἐν τῷ λαῷ περὶ τοῦ Χριστοῦ καὶ συνέδριον ποιήσαντες οἱ Σαδδουκαῖοι μετὰ τῶν Φαρισαίων κατέκριναν αὐτὸν λιθοβοληθῆναι, καὶ συνῆρε πᾶν τὸ πλῆθος, καὶ ἐλιθοβόλησαν αὐτόν, ὁ δὲ μακάριος Στέφανος, μέλλων ἀφιέναι τὸ πνεῦμα, τὰς χεῖρας αὐτοῦ τανύσας εἰς τὸν οὐρανὸν εἶπεν «Κύριε μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, ἄκουε τέκνον, καὶ διδάξω σε τὰ περὶ τοῦ Χριστοῦ καὶ τῆς εὐσπλαχνίας αὐτοῦ, ὅτι καὶ Σαῦλος ὁ πρὸς τὸ ἱερὸν καθεζόμενος, ὁ καὶ ἱμαντοκόρος, καὶ αὐτὸς διώκων τοὺς εἰς Χριστὸν πιστεύσαντας, «ὃς καὶ ἐπήγειρεν τὸν ὄχλον κατὰ τοῦ πατρὸς ἡμῶν Στεφάνου, σπλαχνισθεὶς δὲ ἐπ᾿ αὐτὸν Χριστὸς ἐποίησεν αὐτὸν ἕνα τῶν ἐνδόξων αὐτοῦ Ἀποστόλων» διὸ κἀγὼ καὶ οἱ πατέρες μου ἐπιστεύσαμεν ὅτι αὐτὸς ἐστὶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ, μὴ οὖν βλασφημήσεις αὐτόν, μηδὲ τοὺς εἰς αὐτὸν πιστεύοντας εἰς ζωὴν αἰώνιον, ταῦτα ὁ πατήρ μου διεστείλατο μοι Σίμων, ἴδε ταῦτα πάντα ἠκούσατε, τὶ ὑμῖν δοκεῖ ἐὰν ἡμῖν ἐπερώτησιν ποιήσει περὶ τούτου ἡ Βασίλισσα; τὶ ἐροῦμεν; οἱ δὲ εἶπον, ἡμεῖς οὐδέποτε ταῦτα ἠκούσαμεν, ἡ δὲ ζήτησις ἐστὶ περὶ τούτου, ὅρα μηδενὶ ὁμολογήσῃς. Ἔτι δὲ αὐτῶν ταῦτα λεγόντων, παραγίνονται πρὸς αὐτοὺς οἱ στρατιῶται λέγοντες, καλεῖ ὑμᾶς ἡ Βασίλισσα, οἱ δὲ παραγενόμενοι καὶ ἀνακρινόμενοι τὴν ἀλήθειαν ἔσπευδον κρῦψαι, τότε ἐκέλευσεν ἡ Βασίλισσα πάντας πυρὶ παραδοθῆναι, οἱ δὲ φοβηθέντες παρέδωκαν τὸν Ἰούδαν λέγοντες «οὗτος ἀνδρὸς δικαίου υἱὸς ἐστὶ ὦ Κυρία, καὶ τὸν νόμον ἀκριβῶς ἐπίσταται, οὗτος δὲ σοι δείξει τὰ καταθύμια τῆς ψυχῆς σου. Πάντες δὲ ὁμοῦ συνέθεντο περὶ τούτου, ἀπέλυσε δὲ πάντας, τὸν δὲ Ἰούδαν, παρέσχεν περὶ αὐτὸν καὶ μετακαλεσαμένη λέγει αὐτῷ,«ζωὴ καὶ θάνατος πρόκειταὶ σοι, ὅ οὖν θέλεις ἐπίλεξε. Ἰούδας δὲ λέγει «Δέσποινα, καὶ τὶς ἐν ἐρημίᾳ ἄρτον προκείμενον, λίθος ἐστί;



Ἡ δὲ πρὸς αὐτόν, «εἰ βούλει καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ζῆσαι, εἰπὲ μοι ποῦ ἐστὶ κεκρυμένος ὁ τοῦ Κυρίου Σταυρός. Ἰούδας δὲ λέγει «καθώς περιέχει τὰ ὑπομνήματα, ἔτη εἰσὶ πλεῖστα διακόσια, καὶ ἡμεῖς νέοι ὄντες πῶς δυνάμεθα εἰδέναι; Ἡ δὲ μακαρία Ἑλένη λέγει, πῶς πρὸ τόσους τῶν γενεῶν ὁ πόλεμος συγκροτηθεὶς ἐν τῷ Ἡλίῳ καὶ πάντες οἱ τεθνεῶτες ἐκεῖ μνημονεύονται, καὶ οἱ τόποι αὐτῶν καὶ οἱ τάφοι; Ἰούδας λέγει «Δέσποινα, συνεχόμενος ἐλάλησα, ἡ δὲ λέγει, ἔχω τὴν αὐτόλεκτον φωνὴν τοῦ Εὐαγγελίου, ἐν ποίῳ τόπῳ ἐσταυρώθη ὁ Χριστός, μόνον ἐπίδειξόν με τὸν τόπον τοῦ κρανίου, καὶ κελεύω πάντας τοὺς τῇ ἐμοι ἐξουσίᾳ ἀναζήτησιν ποιήσασθαι ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ πλήρωσὸν μου τὴν ἐπιθυμίαν». Ἰούδας λέγει «λιμοκτονῆσαί σε ἔχω, ἐὰν μὴ μου ὁμολογήσῃς»· καὶ ταῦτα εἰποῦσα, ἐκέλευσεν αὐτὸν ἐν φρέατι ξυρὸν βληθῆναι, ἐν ᾧ ὕδωρ οὐκ ἦν, προσέταξεν δὲ αὐτὸν ἄσιτον διαμεῖναι, ἕως ἡμέρας ἑπτά, μετὰ δὲ τὰς ἑπτὰ ἡμέρας, ἐβόησεν ἐκ τοῦ λάκκου λέγων, «ἀναγάγετὲ με ἐκ τοῦ λάκκου καὶ ὑποδείξω ὑμῖν τὸν τόπον ἐν ᾧ ὁ Χριστὸς ἐσταυρώθη, καὶ ποῦ κεῖται ὁ Σταυρὸς αὐτοῦ, καὶ μὴ εἰδώς τὸ ἀσφαλὲς αὐτοῦ ἦρε δὲ τὴν φωνὴν αὐτοῦ, τῇ Ἑβραΐδι διαλέκτῳ εὐχόμενος καὶ λέγων (ἀκραή, ἀκραβί, μιλασφίν, ἀδανοί, ἐλοί, λαμογδῶδ, κορφέν, ἀζαζία, φαθιοῦ, βαρουχί, βαρουχάτ, ἐλοεχέρ, μαρό, ἀβραξιό, ἀθηθάλ, ἀμοῦρ, μελμουά, ἀχθαΐ, βιρορό, βαερμοῦν, καθολά, δαβλά, βελμὸν σεσενγιδά, ἰσραήλ, ἀμίν.)


Ὃ ἔστιν «ὁ Θεὸς ὁ αἰὠνιος, ὁ ποιήσας τὸν ἄνθρωπον κατ᾿ εἰκόνα ἰδίαν καὶ ὁμοίωσιν, ὁ σπιθαμῇ μετρήσας τὸν οὐρανόν, καὶ τὴν γῆν δρακὶ κατέχων ὁ ἐπὶ ἅρματι χερουβείμ καθεζόμενος, καὶ αὐτὰ εἰσινεχόμενα, ἀερίοις δρόμοις. Ὁ Θεὸς ὁ ἐν φωτὶ ἀμετρήτῳ ὤν, ὅπου ἀνθρωπίνη φύσις παρελθεῖν οὐ δύναται, ὅτι ὁ ποιήσας αὐτὰ εἰσὶν εἰς ὑπηρεσίαν, ἓξ ζῶα ἑξαπτέρυγα, ἅτινα λειτουργοῦντα ἀκαταπαύστῳ φωνῇ λέγοντα «ἅγιος, ἅγιος, ἅγιος» ἅτινα καὶ Χερουβείμ καλοῦνται, τὰ δὲ δύο ἔθου ἐν τῷ Παραδείσῳ φυλάττει τὸ ξύλον τῆς ζωῆς, ἅτινα Σεραφείμ καλοῦνται. Σὺ γὰρ δεσπόζεις πάντων «ὁ τοὺς ἀπειθείσαντας ἀγγέλους βυθῷ ταρτάρῳ παραδώσας, καὶ αὐτοὶ εἰσὶν ὑπὸ τὰ ἐντυπώματα τῶν μοχλευμάτων, ὑπὸ ὀσμὴν δρακόντων κολαζόμενοι, καὶ τῷ σῷ προστάγματι ἀντειπεῖν οὐ δύνανται· σὺ γὰρ δεσπόζεις τῶν τε ἐν οὐρανῷ, τῶν τε ἐπὶ γῆς, ὅτι σὸν ποίημα ἐσμέν. Καὶ τανῦν Δέσποτα Κύριε Παντοκράτωρ εἰ θέλημα σὸν ἐστὶ Βασιλεύειν τὸν υἱὸν Μαρίας, τῆς καλῆς περιστερᾶς, τὸν ἐκπεμφθέντα ὑπὸ σοῦ - εἰ μὴ γὰρ ἔκ σου οὐκ ἦν, οὐκ ἂν τοσαῦτας δυνάμεις ἐποίησεν, καὶ εἰ μὴ σὸς παῖς ἦν οὐκ ἂν ἠγέρθη ἐκ νεκρῶν, ποίησον ἡμῖν τὸν σὸν τεράστιον τοῦτον, καὶ ὡς ἐπήκουσας τοῦ θεράποντος σου Μωϋσῆ, καὶ ἀνέδειξας αὐτῷ τὰ ὀστὰ τοῦ ἀδεφλοῦ ἡμῶν Ἰωσήφ, ὄντα ἐν κρυπτῷ, οὕτω καὶ νῦν Κύριε ἀνάδειξον ἡμῖν τον κεκρυμένον σου θησαυρόν, καὶ ἔνθα ἀπόκειται ὁ Σταυρὸς τοῦ Χριστοῦ σου, ἐκ τοῦ τόπου ἐκείνου καπνὸν εὐωδίας κέλευσον ἀνελθεῖν, ἵνα κἀγὼ ἀναμφιβόλως πιστεύσω τῷ ἐσταυρωμένῳ Κυρίῳ. Ὅτι αὐτὸς ἐστὶν Βασιλεὺς τοῦ Ἰσραήλ, καὶ Σωτὴρ τοῦ κόσμου, καὶ αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ταῦτα δὲ εὐξαμένου τοῦ Ἰούδα, ἐσείσθη ὁ τόπος καὶ πλῆθος καπνοῦ ἀρωμάτων εὐωδίας, ἀνέβη ἐκ τοῦ τόπου, καὶ εἰπεῖν, «ἐπ᾿ ἀληθείας Σὺ εἶ ὁ Χριστὸς ὁ Σωτήρ τοῦ κόσμου ὁ ἐξελθὼν ἐκ τῆς ἀμώμου καὶ Ἁγίας Παρθένου Μαρίας· εὐχαριστῶ σοι Κύριε, ὅτι ἀνάξιον ὄντα με, κατηξίωσάς με τῆς χάριτός σου. Δέομαὶ σου Κύριε Ἰησοῦ Χριστέ, ἀμνησικάκισον ἐπὶ ταῖς ἁμαρτίαις μου, καὶ συγκαταρίθμησόν με μετὰ τοῦ Πρωτομάρτυρός σου Στεφάνου, διότι κἀγὼ γένος αὐτοῦ εἰμί». Καὶ ταῦτα εἰπὼν ὁ Ἰούδας λαβὼν ὀρυκτῆρα, καὶ διαζωσάμενος ὥσπερ ὁ γενναῖος Ἀβραάμ, ἤρξατο ὀρύγειν μετὰ καὶ ἄλλου πλήθους, καὶ ὀρύξαντες ὀργυιὰς εἴκοσι, εὗρον τρεῖς Σταυροῦς κεχωσμένους, οὓς ἀνελόμενοι ἀπήγαγεν εἰς τὴν πόλιν. Ἦσαν δὲ ἐκδεχόμενοι τὴν δόξαν τοῦ Θεοῦ. Καὶ ἰδοὺ ὥρα ἦν ὡς ἐνάτῃ καὶ ὑπέδειξαν τοὺς τρεῖς Σταυροὺς τῇ μακαρίᾳ Ἑλένῃ, ἡ δὲ ἀποκριθεῖσα εἶπεν, πῶς γνώσομαι ποῖος Σταυρὸς ἐστὶν τοῦ Χριστοῦ μου. Ἰούδας λέγει «ἐν τῷ Σταυρῷ ᾧ ἐπίστευσας, φωτισάτω σε καὶ ἀποκαλυψάτω σε, καὶ θεασάμενος ὁ Ἰούδας κλίνην ἐν ᾗ ἐξεκομίζετο νεανίσκος νεκρός, πνεύματι ἁγιῳ πλησθείς, κατέσχε τὴν κλίνην, καὶ ἐπέθηκε χαμαὶ θεῖναι καὶ ἐπέθηκε τοὺς δύο Σταυρούς, ἕνα πρὸς ἕνα καὶ οὐκ ἀνέστη. Ὅτε δὲ ἦλθεν ἐπὶ τῷ τρίτῳ Σταυρῷ εὐθέως ἀνέστη ὁ νεανίσκος, καὶ ἀφανερώθη ἡ δόξα τοῦ Χριστοῦ. Πολλοὶ δὲ τῶν Ἰουδαίων,θεασάμενοι ἀναστάντα τὸν νεκρόν, ἐπίστευσαν εἰς τὸν Χριστόν. Τότε ἐγένετο φωνή, ἀγανακτήσαντος τοῦ Διαβόλου, καὶ λέγοντος «τὶς ἐστὶν ὁ μὴ ἐῶν με δέχεσθαι τὰς τῶν ἀνθρώπων ψυχάς; Ὦ Ἰησοῦ Ναζαρηνέ, πάντας εἵλκυσας εἰς ἑαυτόν· πάλιν τὸ ξύλον σου κατ᾿ ἐμοῦ ἐφάνη; Ὦ Ἰούδα τὶ ἐποίησας; πρῶτον μέν διὰ Ἰούδα τοῦ προδότου τὸν λαὸν ἁμαρτῆσαι ἐποίησα, καὶ νῦν διὰ σὲ Ἰούδα ἐντεῦθεν διώκομαι; Εὗρον κἀγὼ τὶ ποιήσω, ἐγείρω ἕτερον Βασιλέα, ὅστις τὰς ἐμὰς ἐντολὰς μέλει πράττειν, ἵνα καταλείψω τὸν ἐσταυρωμένον καὶ σὲ παραδώσωσι ποικίλαις τιμωρίαις, ἵνα τιμωρούμενος, δυνήσει τόνἘσταυρωμένον ἀρνήσασθαι· τότε ὁ Ἰούδας ἐμβρισάμενος τῷ ἀκαθάρτῳ πνεύματι εἶπεν: «Ὁ τοὺς νεκροὺς ἐγείρας Ἰησοῦς Χριστός, κατακοντίσαι σε εἰς τὴν ἄβυσσον τοῦ πυρός, τὴν ἐσχάτην καὶ δεινὴ κόλασιν, εἰς τὸ σὸν οἰκητήριον, καὶ ταῦτα ἀκούσας ὁ διάβολος, ἀφανὴς ἐγένετο, ἡ δὲ μακαρία Ἑλένη ἐθαύμασε τὴν δύναμιν τοῦ Χριστοῦ, καὶ τὴν πίστιν τοῦ Ἰούδα καὶ μετὰ πολλῆς τέρψεως καὶ ἀγαλλιάσεως, καὶ πολλῆς ἀσφαλείας, ἐκόσμησεν τὸν Τίμιον Σταυρὸν τοῦ Χριστοῦ χρυσίῳ τε καὶ λίθοις τιμίοις, καὶ ποιήσασα γλωσσόκομον ἀργυροῦν, ἠσφαλίσατο αὐτὸν ἐν αὐτῷ, ἐνδόξως τε καὶ ἐντίμως καὶ οἰκοδομήσασα ἐκκλησίαν ἐν τῷ τοῦ κρανίου τόπῳ, ἀπέθετο ἐν αὐτῇ φυλάττεσθαι τὸν Σταυρὸν τοῦ Χριστοῦ. Τὸν δὲ Ἰούδαν λαβόντα τὸ λουτρὸν τῆς ἐν Χριστῷ πίστεως, παρέθετο αὐτόν, τῷ κατ᾿ ἐκεῖνον τὸν καιρὸν Ἐπισκόπῳ. Ἔτι δὲ τῆς μακαρίας Ἑλένης διαγούσης ἐν Ἰερουσαλήμ, ἐγένετο τὸν ὅσιον Ἐπίσκοπον Ρώμης Εὐσέβιον τοὐνομα, κατέστησε τὸν Ἰούδαν ἐν Ἱεροσολύμοις Ἐπίσκοπον τοῦ ἡγεῖσθαι τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας, μετονομάσασα ἡ μακαρία Ἑλένη τὸν Ἰούδαν Ἐπίσκοπον Κυριακὸν καλεῖσθαι, καὶ αὐτὴ παιδευθεῖσα καὶ διδαχθεῖσα τὴν ἐν τῷ νόμῳ δύναμιν, τῆς τε νέας διαθήκης τοῦ Χριστοῦ τὰ διδάγματα· μεμνημένη δε καὶ τῶν ἁγίων προφητῶν τὰς φωνάς, ἔτι προστίθεται ἀναζητῆσαι καὶ τοὺς ἐν τῷ Σταυρῷ τοῦ Χριστοῦ προσπαγέντας ἥλους, ἐν οἷς οἱ παράνομοι Ἰουδαῖοι τὸν Σωτῆρα προσήλωσαν. Δευτέρας δὲ ἀναζητήσεως γενομένης, ἔφη ἡ μακαρία Ἑλένη πρὸς τὸν Ἰούδαν τὸν Κυριακὸν μετονομασθέντα. Τὸ μέν περὶ τοῦ ξύλου τοῦ Τιμίου Σταυροῦ, ἡ ἐπιθυμία μου πεπλήρωται· ἡ δὲ περὶ τῶν ἐν αὐτῷ Σταυρῷ παγέντων ἥλων, δεινὴ μοι ἔγκειται λύπη, διὸ οὐ ἠρεμήσω μέχρις ἄν, καὶ περὶ τούτων πληρώσοι μοι ὁ Κύριος τὴν ἐπιθυμίαν· προσθέμενὸς μοι καὶ περὶ τούτου, δεήθητι τοῦ Κυρίου» Ὁ δὲ ὅσιος Κυριακὸς ὁ Ἐπίσκοπος, παραγενόμενος εἰς τὸν κρανίου τόπον ἅμα πλειόνων ἀνδρῶν, ἐφ᾿ οἷς τῶν εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν πιστευσάντων, διὰ τῆς τοῦ Σταυροῦ ἀνευρέσεως, καὶ τῆς τοῦ νεκροῦ ἀναστάσεως ἀνατείνας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ τὰς χεῖρας ἐν τῷ στῆθι κρούων, ἐβόησε λέγων, ἐξομολογοῦμαι σοι Κύριε ἐπὶ τῇ προτέρᾳ μου, ἀγνοίᾳ, μακαρίζων δὲ πάντας τοὺς εἰς τὸν Κύριον πιστεύοντας ἐπὶ πολὺ δὲ προθέμενος τὴν εὐχὴν αὐτοῦ, τῇ ἑβραΐδι διαλέκτῳ, ἐπὶ τῷ φανερωθῆναι αὐτῷ καὶ τοὺς ἥλους τοὺς ἐν τῷ Σταυρῷ παγέντας καὶ ταύτην τὴν αἴτησιν καθ᾿ ἅ καὶ ἐπὶ τοῦ Σταυροῦ ὅ καὶ ἐγένετο· ἱκανῆς δὲ ὥρας γενομένης ἐπὶ τῆς εὐχῆς, εἶπε τὸ ἀμήν. Ἐγένετο δὲ τὸ σημεῖον, ὅ καὶ οἱ παράνομοι εἶδον, ὥσπερ γὰρ ἀστραπῆς φέγγγος, ἤστραψεν ἐν τῷ τόπῳ ἐκείνῳ, ἔλαμψαν δὲ καὶ οἱ τοῦ ἡλίου ἀκτῖνες, ὡς πάντας ἀδιστάκτως λέγειν, νῦν ἔγνώκαμεν εἰς τίνα πεπιστεύκαμεν, οὕς μετὰ πολλῆς εὐσεβείας προσήνεγκεν ὁ ἐπίσκοπος, τῇ θεοφιλεστάτῃ Ἑλένῃ, ἡ δὲ θεασαμένη τούτους, κλίνασα τὰ γόνατα καὶ τὴν κεφαλὴν κάμψασα μετὰ πολλοῦ φόβου προσεκήνυσεν αὐτούς, «εὐχαριστῶ τὸν Θεόν, ὅτι οὐ παρεῖδε τὴν ἐμὴν δέησιν, πολλήν τε φροντίδα εἶχεν, τὶ ποιῆσαι τοὺς ἥλους. Ἡ οὖν τοῦ Θεοῦ Σοφία, ὑπέβαλεν ἐν τῇ διανοίᾳ αὐτῆς, τοῦ ποιῆσαι μεγάλην σωτηρίαν, ταῖς μελλούσαις γενεαῖς καὶ μετακαλεσαμένη ἄνδρα πιστὸν καὶ ἐπιστήμονα, ἔφη πρὸς αὐτόν· «Βασιλέως ἔνταλμα καὶ μυστήριον φύλαξον· λάβε τοὺς ἥλους τούτους, καὶ ποίησόν μοι χαλινὸν τῷ ἵππῳ, ὡς ὁ Βασιλεὺς ἐποχεῖται καὶ ἔσται ὅπλον ἀνίκητον πρὸς πάντας τοὺς ἐχρθούς, νῖκος τοῦ Βασιλέως, καὶ εἰρήνη πολέμου, καὶ λαβὼν ὁ τεχνίτης αὐτούς, πεποίηκεν ὡς προσετάγη. Τοῦτο δὲ ὅλον γέγονεν, ὅπως πληρωθῇ τὸ ρῆμα τὸ διὰ τοῦ προφήτου λεχθέν «καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου τοῦ Βασιλέως, ἅγιον τῷ Κυρίῳ κληθήσεται, ἡ δὲ μακαρία Ἑλένη, τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν κρατήνασα ἐν Ἰερουσαλήμ καὶ πάντα ὁσίως τελέσασα, ἐπέθετο διωγμὸν τοῖς Ἰουδαίοις· καὶ ὅσοι οὐκ ἐπίστευσαν τῷ Σωτῆρι Χριστῷ καὶ ἐξεδιώχθησαν τῆς Ἰουδαίας γῆς, καὶ διεσπάρησαν εἰς πᾶσαν τὴν γῆν καὶ τοσαύτη πίστις ἐδόθη τῷ ὁσιωτάτῳ Ἐπισκόπῳ Κυριακῷ, ὥστε καὶ δαίμονας ἐλαύνει, καὶ νόσους θεραπεύει, καὶ ἄλλα πολλὰ σημεῖα ἐργάζεσθαι. Ἡ δὲ μακαρία Ἁγία Ἑλένη, πολλὰ χρήματα καταλειποῦσα αὐτῷ, εἰς ἐπέσκεψιν τῶν δεομένων καὶ ἐν χαρᾷ μεγίστῃ ὑποστρέψασα ἐν τῇ μεγάλῃ τῶν πόλεων Ρώμῃ πρὸς τὸν Μέγαν Κωνσταντῖνον, τὸν υἱὸν αὐτῆς, ὑπεδέχθη ἐντίμως παρὰ πάσης τῆς πόλεως. Ὀλίγου δὲ παρελθόντος χρόνου ἐκοιμήθη ἐν εἰρήνῃ· τῷ δὲ Ἐπισκόπῳ τῷ καὶ Ἰούδᾳ ἀνεπαύσατο καὶ αὐτῷ ἐν Κυρίῳ, παραγγείλαντες πάσῃ τοῖς τὸν Χριστὸν σεβομένοις τελεῖν τὴν μνήμην τῆς ἡμέρας ἐν ᾗ εὑρέθη ὁ Σταυρὸς τοῦ Χριστοῦ, κατὰ τὴν τέσσαρες καὶ δεκάτην τοῦ Σεπτεμβρίου μηνός, εἰς δόξαν Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος.

Ἐπειδὴ δὲ χάριτι Θεοῦ, κατηντήσαμεν τῷ λόγῳ εἰς τὴν εὔσημον ἡμέραν τῆς ἑορτῆς ἡμῶν, ἥτις ἐστὶν ἀνάδειξις τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ, φέρε καθώς οἷον τ᾿ ἐστίν, μικρὰ χαιρετήσαντες τοῦτον, καταπαύσομαι τὸν λόγον. Χαίροις Τίμιε Σταυρέ, χαίροις ὅτι ἐν σοὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑψώθη οἰκονομικῶς. Ἐν ᾧ εἰσὶ πάντες οἱ θησαυροὶ τῆς χαρᾶς, ἐν Οὐρανῷ καὶ ἐπὶ γῆς βραβεύται· Χαίροις Σταυρὲ Τίμιε, ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς ὁ Δημιουργὸς ἐν πᾶσι κτήσει, τὴν εἰκόνα σου ἐζωγράφισε· Χαῖρε Σταυρὲ ἔνδοξε, διὰ σοῦ γὰρ καὶ ἐν πόλεσι, καὶ νήσοις, καὶ ἐν παντὶ ἔθνει, ἐκκλησιὰ ὀρθοδόξων τεθεμελιώνονται· Χαῖρε Σταυρὲ ἔνδοξε, διὰ σοῦ γὰρ πᾶν στόμα πιστὸν εἰς εὐλογίαν ἀνέῳκται· Χαῖρε Σταυρὲ μακάριε, διὰ σοῦ γὰρ ἄγγελοι οὐράνιοι συνανθρώποις ἐπὶ γῆς Χριστὸν ἀνυμνοῦσι· Χαῖρε Σταυρὲ μακάριε, διὰ σοῦ γὰρ ἐν οὐρανοῖς, ἐπίγειοι ἄνθρωποι, ὁμοίως σὺν ἀγγέλοις παρίστανται τῷ Θεῷ, μετὰ ἀνεκλαλήτου χαρᾶς, τὸν ποιητὴν δοξάζοντες· Χαῖρε Σταυρὲ μακάριε διὰ σοῦ γὰρ ὁ Ἀδάμ τῆς κατάρας ἐλευθερωθείς, σκιρτῶν καὶ ἀγαλλιώμενος, ἀπολαύων τὸ ἀρχαῖον ἀξίωμα· Χαῖρε Σταυρὲ ἅγιε, διὰ σοῦ γὰρ πᾶσα διαβολικὴ δύναμις καταβέβληται καὶ πᾶσα δαιμονικὴ ἐνέργεια κατελύθη. Χαῖρε Σταυρὲ ἅγιε, διὰ σοῦ γὰρ ἡ Τριὰς ἁγία καὶ ὁμοούσιος, παντὶ τόπῳ γνωρίζεται, καὶ πιστεύεται, καὶ δοξολογεῖται. Χαῖρε Σταυρὲ ἅγιε, διὰ σοῦ γὰρ πᾶσα ψυχὴ Χριστῷ πιστεύουσα σώζεται. Χαῖρε Σταυρὲ πανένδοξε, διὰ σοῦ γὰρ τὰ ἀναφαίρετα ἀγαθὰ τοῖς ἀνθρώποις δεδώρηται καὶ τὶ εἴπωμεν, εἰ τὶ παραλείπωμεν, πῶς ἀνυμνήσωμεν τὴν δύναμιν τοῦ Δεσποτικοῦ Σταυροῦ; Ὤ ὄνομα Σταυροῦ, ἐν ᾧ τὰ μεγαλεῖα τῶν μυστηρίων τοῦ Θεοῦ ἐγκέκρυπται, ἀγγέλοις αἰδέσιμον καὶ ἀνθρώποις σεβάσμιον. Τί ἐρασμιώτερον ὀνόματος Σταυροῦ, ἢ ἡδύτερον Χριστιανοῖς; Τί δε τούτου ἐνεργέστερον καὶ εἰς θαυματουργίαν; Σταυρὸς θείας δυναστείας ἐνεργέστερον σημεῖον. Σταυρὸς ἀγγέλων χαρά, καὶ δαιμόνων πένθος. Σταυρὸς ἐκκλησίας θεμέλιος. Σταυρὸς τοῦ παντὸς κόσμου Φωστὴρ ἀειφανὴς καὶ παντοφανής. Σταυρός, τοῖχος ἀκράδαντος καὶ ἀρραγές, καὶ ἀκαταπολέμητον πάσης τῆς οἰκουμένης. Σταυρὸς ἱερέων δόξα, ἱεροπρεπὴς καὶ ἀνεπηρέαστος. Σταυρὸς Βασιλέων κράτος καὶ δυναστεία, καὶ νικητικὸν ὅπλον κατὰ τῶν πολεμίων. Σταυρὸς στρατοπέδων παντευχία, παναλεστάτη, καὶ ἀκατάπληκτος τοῖς ἐναντίοις. Σταυρὸς πόλεων φυλακτήριον, ἀνεπιβούλετον καὶ ἀσκύλευτον. Σταυρὸς λαῶν εὐφροσύνη διηνεκὴς καὶ ἀκατάλυτος. Σταυρὸς διαβόλου πανωλεθρία διηνεκὴς καὶ ἀκατάπαυστος. Σταυρὸς δαιμόνων κατάπτωμα ἐξαίσιὸν τε καὶ αἰώνιον. Σταυρὸς Χριστιανῶν ἐλπὶς βεβαία τε καὶ ἀναιπέσχυντος καὶ ἀμείωτος. Σταυρὸς ἀσθενούντων ἴασις εὐπρεπεστάτη, ψυχῶν τε καὶ σωμάτων. Σταυρὸς εὐεκτούντων ἀδιάπτωτος ὑγεία. Σταυρὸς χειμαζομένων λιμὴν εὐδιέστατος. Σταυρὸς πολεμουμένων εἰρήνη ἀστασίαστος. Σταυρὸς ὀρθοδόδων καύχημα καυχημάτων, καὶ αἱρετικῶν κατάκρημα ἀκατάπαυστον. Σταυρός, εἰδωλολατρείας κατάλυσις, καὶ εὐσεβείας ἀνόρθωσις. Σταυρὸς παρθενίας διδάσκαλος καὶ σωφροσύνης φύλαξ. Σταυρὸς δικαίων ἀσφάλεια καὶ ἁμαρτωλῶν μετάνοια. Σταυρὸς Μοναζόντων ἐγκαλλώπισμα καὶ σεμνῶς βιούντων εὐκοσμία. Σταυρὸς νηπίων φύλαξ, καὶ νέων σωφρονισμός, καὶ γερόντων στηριγμοῦ βακτηρία. Σταυρὸς πτωχῶν ἀδαπάνητος θησαυρὸς καὶ πλουσίων αὐταρκείας διδάσκαλος, πεπλανημένων ὁδός, καὶ ἀπολλωμένων ἀπλανὴς ὁδηγός. Σταυρὸς ἐθνῶν εὐταξία, καὶ παντὸς τοῦ κόσμου βαθυτάτη γαλήνη, καὶ τὶ εἴπωμεν, εἰ τὶ παραλείπωμεν, εἰ πῶς ἀνυμνήσωμεν πανένδοξε Σταυρέ; ὅτι σὲ μόνον ἀπὸ πάσης κτίσεως, ὁ Βασιλεὺς τῆς δόξης, ἀνέδειξεν ὅπλον ἀήττητον κατὰ τοῦ διαβόλου, καὶ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Διὸ μακάριοι ἐσμέν πάντες οἱ καταξιωθέντες τὴν ἀξίαν ἰδεῖν ἡμέραν τῆς σοῖς ἀναδείξεως. Σὺ τῶν προφητῶν τὸ κήρυγμα, περὶ σοῦ γὰρ ἀγαλλιώμενοι, ὡς ἡμέραι, κελαδοῦσι λέγοντες πρὸς τὸν Θεὸν «ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Σὺ εἶ τὸ καύχημα τῶν ἀποστόλων, ἀδιαλείπτως γὰρ βοῶσιν ἐν ἐκκλησίᾳ ἁγίᾳ δι᾿ ἑνὸς αὐτῶν ἱεροκήρυκος. Ἐμοὶ δὲ μὴ γένοιτο καυχάσθαι εἰ μὴ ἐν τῷ Σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Σὺ καὶ τῶν μαρτύρων στέφανος, ἐπειδὴ καὶ αὐτοὶ τὸν Σταυρὸν ἄραντες, ἠκολούθησαν τῷ Κυρίῳ. Σὺ τὸ καύχημα καὶ τὸ ἀγαλλίαμα, τῶν ἐν ὄρεσι καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς κατοικούντων διὰ τὸ ὄνομα Κυρίου, ὅτι καὶ αὐτοὶ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Σὺ τῶν ἐγγὺς καὶ τῶν κακρὰν ἀναψυχὴ καὶ ἀνάπαυσις. Ὤ τῆς ἀνεκλαλήτου χάριτος τοῦ Δεσποτικοῦ Σταυροῦ. Ὤ τῶν ἐν αὐτῷ ἀκαταλήπτων μυστηρίων, καὶ ἵν᾿ εἴπω κἀγὼ ἐκστατικὸν τι μετὰ τῆς ἱερᾶς σάλπιγγος. Ὤ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεός, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῖς, παρὰ γὰρ τὸ ξύλον τῆς ζωῆς νεκρωθέντες, παρὰ τῶν ξύλῳ τῆς κατακρίσεως ἐζωοποιήθημεν. Διὰ τὴν ἄμετρον χάριν, τοῦ σεσωκότος Δεσπότου. Δέον ἡμᾶς τὴν πανέορτον ταύτην ἑορτήν, συστήσατε ἐν τοῖς πυκάζουσι «ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Πυκάζοντα δέησιν ὡς φασὶν οἱ περὶ ταῦτα δεινοί, τὰ ἐξ ἀμελείας εἰ παλαιότητος ρυπωθέντα, ἢ τὰ ἐξ ἐπιμελείας καὶ σπουδῆς, πάλιν ἐπὶ τὸ τιμαλφέστερον μεταακοσμούμενα εἰς εὐφροσύνην καὶ τέρψιν τῶν εὐωχηθησομένων, ἐν γάμοις ἢ ἐν ἑτέρᾳ τινὶ θυμηδία. Διατεθῶμεν τοίνυν ὡς προστετάγμεθα, καὶ τὴν συμβᾶσαν ἡμῶν ἐκ ραθυμίας τῷ συνειδότι ἀπεκδυσάμενοι ἀηδίαν, τὴν φαιδρὰν ταύτην καὶ πάνσεπτον ἡμέραν, τῆς τοῦ Ζωοποιοῦ Σταυροῦ μνήμης ἐπιτελέσωμεν· ἐλεημοσύναις καὶ πίστει, καθώς φησὶν ἡ Γραφή, ἀποκαθαίρονται αἱ ἁμαρτίαι καὶ παρρησίαν ἐν εὐλαβείᾳ κεκοσμημένην ἀναλαβόντες, καὶ ἄραντες ἐπὶ τῶν ὤμων τὸ νικητικὸν ὅπλον τοῦ Σταυροῦ, τὸν δωρηθέντα ἡμῖν οὐρανόθεν εἰς παῦσιν πάσης ὀργῆς, ἀγγελικὸν ὕμνον συνήθως πρὸς τὸν Θεὸν βοήσωμεν. Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Ἁγία Τριὰς ἀκατάληπτε, ἀπεριόριστε, ἀνεκφύτητε, ὁμοούσιε καὶ ὁμόθρονε, καὶ ὁμοάχρονε, καὶ ὁμόδοξε, ἐλέησον ἡμᾶς καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου τοῦ ἁγίου. Καὶ δὸς ἡμῖν εὐρεῖν ἔλεος καὶ οἰκτιρμοὺς ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως σου τῆς δικαίας. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ σοὶ πρέπει τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, μεγαλοσύνη, κράτος καὶ ἐξουσία παντὸς αἰῶνος καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΚΑΝΤΕ ΑΝΑΖΗΤΗΣΗ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ ΜΑΣ.