19 Νοε 2020

Ἐπὶ Πολυτεχνείῳ ἁθροίσεις

Γράφει ὁ Σπύρος Γκάνας
Σήμερον γέγονε ὃ πολὺν χρόνον πρότερον προσεδοκᾶτο, ἀλλ’ οὐκ ἠλπίσαμεν εἰς τοσοῦτον τόλμης ἀφικέσθαι οἱ τούτου μετασχόντες. ἁθροισθέντες γὰρ τῆς κομμουνιστικῆς καλουμένης φατρίας πρῲ ἐπὶ προσχήματι τῶν γεγονότων πρὸ πεντήκοντα ἐτῶν ἐν τῷ Πολυτεχνείῳ ἤρξαντο πορευόμενοι ἐπὶ τῆς Βασιλίσσης Σοφίας λεωφόρου ἵνα κατίοιεν εἰς τὴν ἀμερικανίδα πρεσβείαν παρὰ τὰς κηρύξεις τὰς περὶ τῆς νόσου, οὐ μὴν ἐφίκοντο οὗ ἐβούλοντο, αἴσχιστά γε πράξαντες. τοξόται γὰρ ἀνταθροισθέντες εὐθὺς τούτους διεσκεδάννυον , οἱ δὲ φυγῇ ἐτράποντο. ὅμως τὸ δεύτερον αὖ ἕτεροι ἐπιφαινόμενοι ἐπὶ τῆς Πανεπιστημίου ὁδοῦ καὶ πρὸς βίαν ἐπιφερόμενοι ἐπὶ τῷ παραυτίκα ἀπήχθησαν· ὥστε παντάπασι... σφαλέντων οὐδ’ ὥραν ἐπέμεινεν τὸ ἅθροισμα, καὶ ἔξεστι ἰδεῖν ἐν ὀπτικῷ Κουσούβαν, γραμματέα ὄντα τῆς φατρίας, σὺν τοῖς ἀμφ’ αὐτὸν ὄντα πειρωμένοις ἀντεπιλαβέσθαι τινὸς ξυλλαμβανομένου πρὸς τῶν τοξοτῶν, ἀδικίας μεγάλης συνεργὸς γινόμενος.

Οὐκ ἄξιον δὲ παρελθεῖν ἐν τῇ γραφῇ ὅτι ὁ κυβερνήτης τὴν μὲν ἄλλην ἑορτὴν τὴν τοῦ Β’ Π. Π οὐδ’ ἐν νῷ ἐνέβαλε ἐν τιμῇ ταύτην ἀγαγεῖν πρεπούσῃ, τὴν δὲ νυνὶ προεῖπεν ὡς δέοι, δι’ ὃ στέφανον κατέβαλεν πρὸ τῆς δαιμονίου κεφαλῆς τῆς μηδ’ εὖ μήτε τῆς ἱστορίας μήτε τῶν χρόνων τῶν ἐκείνων ἁπτομένης. ἐπεὶ δὲ ὀρθῶς ἔχει ἀμφοτέρων καθάπτεσθαι τοῦ λόγου αἱροῦντος, ἐροῦμεν ὅπως ἐγένετο καὶ τόδε. γυναικὶ γάρ τινι ἰούσῃ ἐφ’ ἑαυτῆς στεφανωσούσῃ εἰς τὸ Πολυτεχνεῖον ταχὺ ἐπιβολὴν ἐπέθεντο τοξόται, ἀδικοῦντές γε, ὅτι μὲν δὴ τοῖς ἄλλοις πολλοῖς συνισταμένοις οὐδὲ χεῖρα προσῆγον πρὶν αὐτοῖς ἐπιθέσθαι, μόνην δὲ γυναῖκα παρήβουσαν οὐκ ᾐσχύνθησαν παραβιαζόμενοι ἀναξίως τῆς ἐπ’ αὐτοῖς λειτουργίας. ἀκούομεν μὲν οὖν καὶ ὡς Θεσσαλονίκην διήκειν τὴν ταραχήν, ἀλλ’ ἐκεῖ ἅτε δὴ μᾶλλον εὐλαβούμενοι μὴ ἀταξία τις κατάσχῃ τὴν πόλιν, σθεναρώτερον ἅμα τὰς μὲν τάβλας τὰς μετ’ αὐτῶν φερομένας ἀνασπῶσι, τοὺς δὲ ταράσσοντας τῶν πολιτῶν φωρῶσι καὶ ἀπολαμβάνουσιν ὅπως μὴ ἐπὶ πολλὴν χώραν ἐπέχωσιν αἱ ταραχαί.

2 σχόλια:


  1. - Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΜΟΡΦΟΥ ΝΕΟΦΥΤΟΣ ΣΤΟΝ FOCUS FM 103,6
    •Nov 17, 2020
    - https://www.youtube.com/watch?v=ceNGCbDqwOI&ab_channel=FocusFM103.6

    ΑπάντησηΔιαγραφή

ΚΑΝΤΕ ΑΝΑΖΗΤΗΣΗ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ ΜΑΣ.