6 Απρ 2014

«Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ»


Δοξαστικὸ Αἴνων τοῦ Ὄρθρου τῆς Κυριακῆς Ἐ΄ Νηστειῶν. Ψάλλει ὁ Πρωτοψάλτης τοῦ Ἱεροῦ Ναοῦ Ἁγίας Βαρβάρας Πατρῶν κ. Δημήτριος Γαλάνης.
Δόξα… Ἦχος α’ Ἰδιόμελον
Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ ἄσκησις, σὺν ἁγιασμῷ· ὅθεν οὐδὲ πλούσιοι εἰσελεύσονται ἐν αὐτῇ, ἀλλ’ ὅσοι τοὺς θησαυρούς αὐτῶν ἐν χερσὶ πενήτων ἀποτίθενται. Ταῦτα καὶ Δαυῒδ ὁ Προφήτης διδάσκει λέγων· Δίκαιος ἀνὴρ ὁ ἐλεῶν ὅλην τὴν ἡμέραν, ὁ κατατρυφῶν τοῦ Κυρίου καὶ τῷ φωτὶ περιπατῶν ὃς οὐ μὴ προσκόψῃ, ταῦτα δὲ πάντα, πρὸς νουθεσίαν ἡμῶν γέγραπται ὅπως νηστεύοντες, χρηστότητα ποιήσωμεν, καὶ δῴη ἡμῖν Κύριος ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΚΑΝΤΕ ΑΝΑΖΗΤΗΣΗ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ ΜΑΣ.