17 Ιαν 2014

Βίος τοῦ Μεγάλου Ἀντωνίου (ἠχητικὸ)

Ἀπολυτίκιον. Ἦχος δ'
Τὸν ζηλωτὴν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καὶ τὴν οἰκουμένην ἐστήριξας εὐχαῖς σου. Διὸ πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν
Τοὺς βιωτικοὺς, θορύβους ἀπωσάμενος, ἡσυχαστικῶς, τὸν βίον ἐξετέλεσας, τὸν Βαπτιστὴν μιμούμενος, κατὰ πάντα τρόπον Ὁσιώτατε. Σὺν αὐτῷ οὖν σε γεραίρομεν, Ἀντώνιε Πάτερ, τῶν Πατέρων κρηπίς.

Μεγαλυνάριον
Χαίροις τῶν Ὁσίων ὁ ἀρχηγός, καὶ τῆς ἰσαγγέλου, πολιτείας καθηγητής· χαίροις τῆς ἐρήμου, στυλοειδὴς νεφέλη, Ἀντώνιε παμμάκαρ, Πατέρων καύχημα.
Ἀκοῦστε σὲ ἠχητικὸ τὸν βίου τοῦ Ὁσίου Ἀντωνίου…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΚΑΝΤΕ ΑΝΑΖΗΤΗΣΗ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ ΜΑΣ.