15 Απρ 2012

Οἱ Χαιρετισμοί τῆς Θεοτόκου εἰς τήν Ἀνάστασιν τοῦ Κυρίου

Κοντάκιον Ήχος πλ’. δ’  
- Τ
ῇ Ὑπερμάχῳ-
Ὡς Ζωηφόρος Τοῦ Κυρίου ἡμῶν Μήτηρ,
Τ
ῶν οὐρανῶν ὑψηλοτέρα ἀνεδείχθης,
Ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνωμεν.
Ἀλλ’ὡς φέρουσα Ζωῆς Κυρίου νάματα,
Ἐκ θανάτου ψυχικοῦ ἡμὰς ἀπάλλαξον,
Ἵνα κράζωμεν ,
Χα
ῖρε ἡ Μήτηρ τῆς Ζωῆς ἡμῶν.
 ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἄγγελος ἑξαστράπτων τῷ μνημείῳ επέμφθη
κηρύξαι τ
ὴν Ἀνάστασιν πάντων
 (Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ημών -ἐκ΄γ΄-)
Κα
ὶ σὺν τῇ ἀσωμάτῳ αὐτοῦ φωνὴν , Ἀναστάντα θεωρῶν Σὲ Κύριε ,ἐξίστατο καὶ ἵστατο βοῶν τῇ Θεοτόκῳ ταῦτα.
Χα
ῖρε δι’ἧς τὰ μνημεῖα καινούνται...

Χαῖρε δι’ἧς τεθνηκότες ζωούνται
Χα
ῖρε ἡ φωτίζουσα τὰ ταμεῖα τοῦ Ἅδου.
Χα
ῖρε ἡ συντρίψασα τοὺς μοχλοὺς τοῦ θανάτου.
Χα
ῖρε τοῦ Παραδείσου τῆς πύλης τὸ ῥόπτρον,
Χα
ῖρε τοῦ Βασιλέως τὸ πάναγνον ῥόδον.
Χα
ῖρε δι’ἧς ὁ Ἀδὰμ τοῦ θανάτου ἀνίσταται
Χα
ῖρε δι’ἧς τῆς φθορᾶς οἱ Βροτοὶ ἀπηλλάγημεν
Χα
ῖρε τῶν Μαρτύρων τὸ ἔνδοξον κλέος
Χα
ῖρε ἡ λαμπρύνουσα τὸ ἡμέτερον γένος
Χα
ῖρε δι’ἧς ἡ Ζωὴ ἐκ τοῦ τάφου ἀνέτειλεν
Χα
ῖρε δι’ἧς τῶν πιστῶν αἱ καρδία ἀγάλλονται
Χα
ῖρε Μήτηρ 
τῆς Ζωῆς ἡμῶν.

Βλέποντες οἱ ἐν Ἄδῃ, τοῦ Κυρίου τὴν ἀνείκαστον δόξαν, ἔκραξαν Αὐτῷ θαρσαλέως. Ὁ Θεὸς καὶ Ζωῆς χορηγός , πως κατεδέχθεις ενθάδε ἐλθεῖν ὡς κραταιὸς καὶ τὰ δεσμὰ τοῦ διαβόλου συνθλᾶσαι; ΚράζοντεςἈλληλούϊα

Γν
ῶσιν ἄγνωστον γνῶναι ,Ἰωάννης σὺν Πέτρῳ ζητοῦντες , ἔδραμον, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον.Καὶ θεωροῦντες κείμενα τὰ ὀθόνια μόνα, ἐβόων μετὰ δέους πρὸς τὴν Θεοτόκον
Χα
ῖρε τοῦ Παρακλήτου λαμπρὸν οἰκητήριον
Χα
ῖρε τῶν Ἀποστόλων τὸ μέγα ἐφύμνιον
Χα
ῖρε πύλη ἀδιόδευτος ὡς ὑπάρχεις ἀληθῶς
Χα
ῖρε ὄρος καὶ παλάτιον τοῦ Δεσπότου τοῦ παντὸς
Χα
ῖρε ὅτι βλυστάνεις τῆς ἁγνείας τὰ ἄνθη
Χα
ῖρε ὅτι καὶ Μήτηρ καὶ Παρθένος ὑπάρχεις
Χα
ῖρε ἡ πικραίνουσα τοῦ θανάτου τὴν γεῦσιν
Χα
ῖρε ἡ γλυκαίνουσα τῶν πιστῶν τάς αἰσθήσεις
Χα
ῖρε ὅτι ὤλεσας τοῦ θανάτου τὸν θρόνον
Χα
ῖρε ὅτι ἤνοιξας Παραδείσου τάς θύρας
Χα
ῖρε δι’ἧς Ἀγγέλων τάξεις εὐφραίνονται
Χα
ῖρε δι’ἧς δαιμόνων θράση κατήργηνται
Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Δύναμις Το
ῦ Ὑψίστου ἐπεσκίασε τότε εἰς τοῦ Ἅδου τῶν χασμάτων τὰ ταμεῖα καὶ ἡ ἀφεγγὴς αὐτοῦ τυραννὶς ἐσκυλεύθη τῷ Του Λόγου ἁγίῳ Φωτί, ἐν τῷ ψάλειν ἡμᾶς οὕτωςἈλληλούϊα

Ἔχουσα Θεανθρώπου τὴν ψυχὴν εἰς τὰ σπλάχνα, τῷ φόβῳ ἡ γῆ ἐκλονείτω. Τὸν γὰρ ἀχώρητον παντί, ἑαυτῇ οὐκ εδυνήθη χωρεῖν καὶ ούτως ἐβόα πρὸς Τὴν Θεοτόκον.
Χα
ῖρε ὅτι τὸ θνητὸν ἀφθαρσίας ἐνδύεις
Χα
ῖρε ὅτι τῶν ψυχῶν τὴν γαλήνην παρέχεις
Χα
ῖρε φωτὸς ἀϊδίου τὸ χρυσόπλοκον σέλας
Χα
ῖρε Ἁγίων Πατέρων τὸ πολύτιμον γέρας.
Χα
ῖρε φέγγος ἀγλαόμορφον οὐρανοῦ τοῦ νοητοῦ.
Χα
ῖρε ἄνθος τὸ πανεύοσμον καὶ τοῦ κόσμου χαρμονή.
Χα
ῖρε τῆς ἁμαρτίας τὸ κέρας συντρίβουσα,
Χα
ῖρε τῶν πιστῶν τάς καρδίας φαιδρύνουσα
Χα
ῖρε ὅτι τῶν παθῶν ἀποπλύνεις τὸν ῥύπον
Χα
ῖρε ὅτι τοῦ Πνεύματος ὑπάρχεις τὸ ῥεῖθρον
Χα
ῖρε πλοκῆς ῥᾳδιούργων ἡ λύσις
Χα
ῖρε δεινῶν προβλημάτων ἡ ῥύστις
Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ζάλην ένδοθεν έχων , πρεσβυτέρων
ὁ δῆμος ,εὐθὺς μηκτυρίζονται πάντες.Τῶν γὰρ θαυμάτων τὸ θαῦμα μὴ δυναμένων ἔτι συγκαλύψαι, ἐπλήρωσαν ἀργύρια ἱκανὰ τοῖς στρατιώταις, μὴ εἰδότας ψάλλεινἈλληλούϊα

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

Ἤκουσαν οἱ Ποιμένες Τῆς Χριστοῦ Ἐκκλησίας τὴν Ἀνάστασιν Κυρίου ἐκ Τάφου. Καὶ νομίσαντες ὡς λῆρον αὐτήν, ἐδυσπίστουν τῶν Μυροφόρων τὴν φωνὴν ἅπαντες.Ἀλλ’ὡς ἑξῆς καὶ οὔτοι πιστεύσαντες ἐβόων πρὸς Τὴν Θεοτόκον
Χα
ῖρε Παρθένε τῶν θλιβομένων παραμύθιον
Χα
ῖρε Μαρία ἁμαρτανόντων ἱλαστήριον
Χα
ῖρε ἄνθος ἀμαράντινον ,των Ἀγγέλων γλυκασμὸς
Χα
ῖρε μόνη η μηνύουσα τὴν αἰώνιον ζωὴν
Χα
ῖρε ὅτι ὑπάρχεις Παραδείσου Κυρίου ο νόστος
Χα
ῖρε ὅτι κατέστης Γεδεών ο πανένδροσος πόκος
Χα
ῖρε τοῦ διαβόλου τὴν ἰσχὺν καταλύσασα
Χα
ῖρε τῶν Ἀγγέλων τὴν χάριν αὐξήσασα
Χα
ῖρε ἡ ἐν σιωπῇ Τὸν Θεὸν ἀνυμνούσα
Χα
ῖρε ἡ Τὸν Δεσπότην ἀσπόρως τεκούσα
Χα
ῖρε δι’ἧς ὁ Σατὰν ἐνεπαίχθη
Χα
ῖρε δι’ἧς ἡ ζωὴ καινουργείται.
Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Θεοδρόμον πορείαν
ἐπορεύθησαν τότε, εἰς Ἐμμαοὺς οἱ Μαθηταὶ Τοῦ Κυρίου. Καὶ ὡς συνοδίτην ἔχοντες Αὐτὸν ,ἐν τῇ κλάσει τοῦ ἄρτου ἐπέγνωσαν αὔθις, ἵνα καὶ ἡμεῖς ὑμνῶμεν τὸ
Ἀλληλούϊα.

΄
Ἰδον Μυροφόροι γυναίκαι ,ἐν μνημείῳ ορθρίως , νεανίσκον εν λευκοίς αυγασθέντα.Καὶ ὡς Ἄγγελον νοοῦντες αὐτὸν ,εἰ καὶ τρόμῳ τῇ καρδίᾳ συνέχοντο, ἔσπευσαν τοῖς Ἀποστόλοις κηρύξαι καὶ βοῆσαι τῇ Εὐλογημένη
Χα
ῖρε ἡ ἀπαρχὴ τοῦ αἰωνίου φάους
Χα
ῖρε ἡ χελιδὼν τῆς φωταυγοὺς ἡμέρας
Χα
ῖρε ὅτι τοῦ Σταυροῦ τὴν χολὴν μετέλαβες
Χα
ῖρε ὅτι τὸ πικρὸν εἰς χαρὰν μετέβαλες.
Χα
ῖρε μόνη ἡ πηγάζουσα ζωῆς ὕδωρ τὸ κενὸν
Χα
ῖρε μόνη ἡ ἐγειροῦσα Ἀδὰμ τὸν πάλαι χοϊκόν.
Χα
ῖρε τῆς ἁμαρτίας τὸν λύθρον ἡ πλύνασα
Χα
ῖρε τοῦ Ἀδὰμ τὴν κατάρα ἡ σβέσασα
Χα
ῖρε ὅτι τῶν δαιμόνων τάς μορφὰς ἀπελαύνεις,
Χα
ῖρε ὅτι τῆς ἁμαρτίας τὸ σκότος διώκεις
Χα
ῖρε ή του σύμπαντος Ἀναστάσεως αὐγή.
Χα
ῖρε τοῦ προπάτορος ἡ γλυκεῖα χαρμονὴ
Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Κήρυκες γεγονότες Μαθητα
ὶ Τοῦ Κυρίου τῆς δόξῃς καὶ τῆς πρῴην δειλίας μὴ σχόντες ,ἐκήρυξαν Τὸν Χριστὸν ἅπασιν, ἀφέντες τοὺς Ἰουδαίους ὡς χυδαίους ,μὴ εἰδότας ψάλλεινἈλληλούϊα

Λάμψας τ
ῇ οἰκουμένῃ φωτισμὸν ἀληθείας, ἐξόρισας τοῦ Ἅδου τὸ σκότος. Τοῦ γὰρ θανάτου ἡ ἰσχὺς μὴ ἐνεγκοῦσα σοῦ Τῷ Θείῳ Φωτὶ πέπτωκεν ,οἱ τούτου δὲ σωθέντες ἐβόων πρὸς τὴν Θεοτόκον.
Χα
ῖρε ἀνεσπέρου φωτὸς τὸ δοχεῖον
Χα
ῖρε τῶν χαρίτων Θεοῦ τὸ ταμεῖον
Χα
ῖρε ὅτι καθαίρεις τῆς ψυχῆς τὸ δυσῶδες
Χα
ῖρε ὅτι λαμπρύνεις οὐρανοῦ τάς ἁψῖδας.
Χα
ῖρε ὀλιγοψύχων τὸ τερπνὸν παραμύθιον
Χα
ῖρε τῶν κοπιόντων καὶ μοχθούντων ἀνάπαυσις
Χα
ῖρε τῆς ζωῆς ἡμῶν τὸ ἀμυντήριον
Χα
ῖρε τῶν δεινῶν ἡμῶν φυγαδευτήριον
Χα
ῖρε τὸν κοπετὸν τοῦ βίου κουφίζουσα
Χα
ῖρε ἡ τῆς ψυχῆς τὴν λύπην διαλύουσα
Χα
ῖρε ὅτι τῆς χαρᾶς Φωστῆρα ἀνέτειλας
Χα
ῖρε ὅτι τῆς αράς τὴν λύπην ἠφάνισας
Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Μέλλοντος Το
ῦ Κυρίου ,τὴν ἀνάπλασιν πάντων, ποιήσαι μετὰ δόξῃς ἀρρήτου, παρεδόθη τῷ τάφῳ ὡς θνητός. ἀλλ’ἀνέστη ὡς Νυμφίος λαμπρὸς ,διόπερ ἐξεπλάγημεν τὴν ἄφατον αυτού σοφίαν κράζοντεςἈλληλούϊα

ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Νέαν
ἔδειξεν κτίσιν, ἀναστήσας ὁ Κτίστης ἐκ φθορᾶς τὸ ἡμέτερον γένος. Τοῦ γὰρ θανάτου τὴν ἰσχὺν νεκρώσας ὥσπερ ἔπρεπε,κατήργησεν αὐτὸν, ἵνα σκιρτῶντες ἐν χαρᾷ ὑμνήσωμεν τὴν Παρθένον λέγοντες
Χα
ῖρε τοῦ ἐχθροῦ ταπεινούσα τὴν ὀφρὺν
Χα
ῖρε τῶν δεινῶν ἑξατμίζουσα ἀχλὺν
Χα
ῖρε ἄστρον παμφαέστατον οὐρανοῦ τοῦ νοητοῦ,
Χα
ῖρε ἄνθος τὸ πανεύοσμον ἐκ λειμώνων ἱερῶν
Χα
ῖρε δι’ἧς οἱ Ἄγγελοι τοῖς ἀνθρώποις συμμύγνυνται
Χα
ῖρε δι’ἧς ὁ ἄχρονος τοῖς Βροτοῖς συναλίζεται
Χα
ῖρε βίβλε Θεοχάρακτε τοῦ Δεσπότου καὶ Θεοῦ,
Χα
ῖρε πλὰξ ἡ ἀπογράφουσα σεσῳσμένων τὴν πληθύν.
Χα
ῖρε ἡ ἐκ θανάτου εἰς ζωὴν ἀγαγοῦσα
Χα
ῖρε τῶν πρωτοπλαστῶν τὴν αράν ἀναιροῦσα.
Χα
ῖρε ὁ Φωστὴρ τῆς Χριστοῦ Βασιλείας
Χα
ῖρε ἡ αὐγὴ βιοτῆς αἰωνίας.
Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ξένον θα
ῦμα ἰδόντες ξενωθῶμεν βορβόρου καὶ πάσης ἁμαρτίας καὶ λύθρου. Διὰ τοῦτο γὰρ ὁ ἀπαθὴς Θεὸς ἐπὶ γῆς ἐφάνη παθητὸς ἄνθρωπος , βουλόμενος ἐγείραι σὺν αὐτῷ τοὺς ἐν χαρᾷ βοώντας .Ἀλληλούϊα

Ὅλως ἢν ἐν τῷ τάφῳ καὶ οὐρανῶν μηδόλως ἀπῆν, ὁ προαιώνιος Λόγος . Καὶ τῷ εὐγνώμωνι λῃστῇ,τὴν εἰς τὸν Παράδεισον ὀδοποιήσας εἴσοδον, εδίδαξεν ἵνα ψάλλει πρὸς Τὴν Θεοτόκον
Χα
ῖρε περιστερὰ καὶ τροφεὺς τῆς ἁγνείας.
Χα
ῖρε Χριστιανῶν ὁ ἀκατάπαυστος ὕμνος
Χα
ῖρε η του πλάνου βίου των κρημνών διασώζουσα
Χα
ῖρε του μέλλοντος κόσμου την Χαράν ακτινίζουσα.
Χα
ῖρε τῆς ἡμῶν βιοτῆς εὐλογούσα πορείας
Χα
ῖρε τῶν παθῶν τῆς ψυχῆς ἀναιροῦσα κακίας
Χα
ῖρε ὅτι θανάτου τὸ κράτος ἐπάταξας.
Χα
ῖρε ὅτι τοῦ Ἅδου τὰ σκῆπτρα ἐσκύλευσας
Χα
ῖρε ἡ κιβωτὸς τῆς Χριστοῦ Ἐκκλησίας
Χα
ῖρε Ὀσιαρχὼν τὸ ἀκηλίδωτον κῦδος
Χα
ῖρε ἡ Τὸν Θεὸν ὡς βρέφος τεκούσα
Χα
ῖρε τῶν συμφορῶν ἡμᾶς ἐξελοῦσα
Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Π
ᾶσα πληθὺς τῶν Ἀγγέλων ἐξεπλάγη τὸ μέγα τῆς σῆς Ἀναστάσεως ἔργον. Τὸν γὰρ ἐν τῷ μνημείῳ ὡς νεκρὸν ἐθεώρουν, ἥλιον ζωῆς ἄδυτον και ἡμάς ζωοποιήσαντα, δεχόμενος δε τὸν ὕμνον παρὰ πάντωνἈλληλούϊα

Ῥήτορας ψευδολόγους ,Ἰουδαίων ἀκραίους ὁρῶμεν ἐπὶ σὲ Θεῖε Λόγε,ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, εί Θεὸς εἴ , ἀνθρωπίνως ἔπαθες, ἡμεῖς δὲ τὴν σὴν εὐσπλαχνίαν θαυμάζοντες Τῇ Μητρί Σου βοῶμεν
Χα
ῖρε δι’ἧς ἡ δόξα Κυρίου ἀνέτειλεν
Χα
ῖρε δι’ἧς οἱ Δῆμοι Ἀγγέλων χορεύουσιν
Χα
ῖρε ἡ δεσμεύσασα τῶν δαιμόνων τὸ κράτος
Χα
ῖρε ἡ προάγουσα Βασιλείας τὸ νῖκος
Χα
ῖρε μόνη ἡ ξηράνασα πειρασμῶν τὸν ποταμὸν
Χα
ῖρε ὄμβρε ἀτελεύτητε δωρεῶν τῶν πατρικῶν
Χα
ῖρε τῶν Πρωτοπλαστῶν μόνη λύσις τῆς αράς
Χα
ῖρε μετανοούντων ἐξαλείφουσα ποινὰς .
Χα
ῖρε τοῦ ἀπροσίτου φωτὸς τὸ ταμεῖον
Χα
ῖρε τοῦ ἀθεάτου Θεοῦ τὸ πυξίον
Χα
ῖρε Προφήτου Προδρόμου τὸ κήρυγμα
Χα
ῖρε Δαυὶδ Βασιλέως τὸ καύχημα
Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Σώσαι θέλων τ
ὸ γένος τῶν ἀνθρώπων , φθορὰ ὑπαχθέντα, πρὸς τοῦτο τριήμερος ἐγείρεται. Καὶ ἄπνους ὑπάρχων ὡς νεκρὸς δι’ ἡμᾶς ἀνέστη εὐφροσύνης αἴτιος , ζωὴν παρέχων πᾶσιν τοῖς κραυγάζουσινἈλληλούϊα

ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ
Τε
ῖχος εἰ τῶν ὑμνούντων τῶν χαρίτων σου τὸ ἄμετρον πλῆθος.Ὁ γὰρ ἐκ τῆς σῆς νηδύος προελθὼν , ἐκ τάφου σωματικὼς ἡμῖν ἐπέλαμψεν καὶ πάντας Σοὶ προσφωνεῖν διδάξας
Χα
ῖρε δι’ἧς του εχθρού τυραννὶς καθῃρέθη
Χα
ῖρε δι’ἧς τοῦ θανάτου ἰσχὺς κατελύθη
Χα
ῖρε στάμνε χρυσὴ ἡ ἔχουσα τὸ Θεῖον μάναν
Χα
ῖρε ξύλον ζωῆς ἀνθίζουσα καρποὺς εὐόσμους
Χα
ῖρε οὐρανίας παστάδος ἡ τελεία χαρμονὴν
Χα
ῖρε τῆς φρικώδους κακίας ἡ κατάπαυσις Σεμνή.
Χα
ῖρε μόνη ἐπὶ σελήνης ἰσταμένη Μαρία
Χαίρ
ῃ ότι τῆς ἁμαρτίας θεραπεύεις μανίαν
Χα
ῖρε τῆς αἰωνίου ζωῆς τὸ κεφάλαιον
Χα
ῖρε τῆς Ἐκκλησίας Χριστοῦ τὸ προπύργιον
Χα
ῖρε δι’ἧς τα ποθεινά πηγάζουσιν
Χα
ῖρε δι’ἧς τα λυπηρά κατήργηνται
Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ὕμνος βροτῶν οὐκ ἀρκέσει ἐξυμνεῖν τὴν Ἁγίαν Σοῦ δόξαν.Ἰσαρίθμους γάρ ταῖς σταγόσιν τοῦ ὄμβρου ᾠδάς ἂν προσφέρωμεν Σοὶ Ἀναστάντα Κύριε οὐδὲν τελοῦμεν ἄξιον ὡς ἐποίησας ἡμῖν τοῖς Σοὶ βοῶσινἈλληλούϊα

Φωτοφόρον Παρθένον κα
ὶ Ἀγγέλων τὸ ᾆσμα, ὁρῶμεν τὴν Σεμνὴν Θεοτόκον.Ὁ ἀσώματος ἐξ αὐτῆς σωματωθείς, ὁ καὶ δεσμίους τοῦ Ἅδου ἐλευθερώσας ,ἀνέτειλε φῶς πᾶσι τοῖς τυφλοῖς ,ἵνα κραυγάσωμεν αὐτὴ τοιαῦτα
Χα
ῖρε ὅτι τοῦ πονηροῦ καταλύεις τὸ θράσος
Χα
ῖρε ὅτι τοῦ Βασιλέως σελαγίζεις τὸ φάος.
Χα
ῖρε τῶν ἀσθενούντων ἡ βεβαία ἀντίληψις
Χα
ῖρε τῶν νοσημάτων παντοίων ἡ ἴασις
Χα
ῖρε ἡ τὸν ὡραῖον ἐκβλαστήσασα στάχυν.
Χα
ῖρε τῶν δωρεῶν τοῦ Φιλανθρώπου ἡ κρήνη.
Χα
ῖρε ὅτι τὰ στέφη τῶν συζυγῶν συμπλέκεις
Χα
ῖρε ὅτι τῶν νέων τάς πορείας φυλάττεις
Χα
ῖρε ἡ νεκρώσασα τῶν παθῶν τάς προσβολὰς
Χα
ῖρε ἀκυρώσασα τῶν δαιμόνων τάς βουλὰς
Χα
ῖρε τῶν οὐρανίων ταγμάτων τὸ νῖκος
Χα
ῖρε τῶν πεπτοκότων δαιμόνων ὁ θρῆνος .
Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Χάριν
ἄφθονον δοῦναι τοῖς ἀνθρώποις δωρήσασθαι θέλων, ὁ πάντων Ζωοδότης ἀνθρώπων.
Κατεδέχθη
ἐν τάφῳ νεκρὸς κατοικεῖσαι, ἵνα τῆς φθορᾶς ἡμᾶς ἀπαλλάξει τοὺς κράζοντας τὸ
Ἀλληλούϊα

Ψάλλοντές Σου τ
ὸν τόκον , τὸν ὡς ξένον ἐν τάφῳ ξενωθέντα ,ἀνυμνοῦμεν τῇ αὐτοῦ Ἀναστάσῃ.Ἐν τῇ σὴ γὰρ οἰκήσας γαστρί, ἡ τῶν απάντων πνοή,ἑξάγνισεν, ἐφώτισεν,ἐδίδαξε ἡμὰς βόαν Σοι ταῦτα
Χα
ῖρε αμαράντινε στέφανε δόξης
Χα
ῖρε δωδεκάτειχε πόλις Κυρίου
Χα
ῖρε ὅτι κατήργησας ἁμαρτίας τὸ κέντρον
Χα
ῖρε ἡ καινουργήσασα τῶν ἀνθρώπων τὸ γένος
Χα
ῖρε ὅτι κατεπάτησας κεφαλὴν τοῦ πονηροῦ
Χα
ῖρε λύπην ἡ κεράσασα τῶν δαιμόνων τὸν ἐσμόν
Χα
ῖρε μόνη χριστιανῶν ἡ στερεὰ προστασία
Χα
ῖρε τῶν ἀπιστούντων ἡ ἐπίμοχθος ἀπορία .
Χα
ῖρε ἡ ἀπόδειξις τῆς ἡμῶν σωτηρίας
Χα
ῖρε ἡ βεβαίωσις τῆς παλιγγενεσίας
Χα
ῖρε ὅτι ῥόδα καὶ κρίνα ἀνθίζεις
Χα
ῖρε ὅτι Πάσχα καὶ ἔαρ μυρίζεις
Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ὢ Πανάσπιλε Μῆτερ, ἡ γεννήσασα τὸν πάντων Ζωῆς χορηγὸν καὶ Δεσπότην (Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.-ἐκ΄γ΄-)
δεξαμένη τήν νυν προσφορ
ὰν ἐκ πασῶν σῶσον ἀναγκῶν ἅπαντας καὶ τῆς μελλούσης ἀξίωσον Ἀναστάσεως τούς σοι βοώντας:Ἀλληλούϊα.

Ἄγγελος ἑξαστράπτων τῷ μνημείῳ επέμφθη κηρύξαι τὴν Ἀνάστασιν πάντων. Καὶ σὺν τῇ ἀσωμάτῳ αὐτοῦ φωνὴν, Ἀναστάντα θεωρῶν Σὲ Κύριε, ἐξίστατο καὶ ἵστατο βοῶν τῇ Θεοτόκῳ ταῦτα.
Χα
ῖρε δι’ἧς τὰ μνημεῖα καινούνται
Χα
ῖρε δι’ἧς τεθνηκότες ζωούνται
Χα
ῖρε ἡ φωτίζουσα τὰ ταμεῖα τοῦ Ἅδου.
Χα
ῖρε ἡ συντρίψασα τοὺς μοχλοὺς τοῦ θανάτου.
Χα
ῖρε τοῦ Παραδείσου τῆς πύλης τὸ ῥόπτρον,
Χα
ῖρε τοῦ Βασιλέως τὸ πάναγνον ῥόδον.
Χα
ῖρε δι’ἧς ὁ Ἀδὰμ τοῦ θανάτου ἀνίσταται
Χα
ῖρε δι’ἧς τῆς φθορᾶς οἱ Βροτοὶ ἀπηλλάγημεν
Χα
ῖρε τῶν Μαρτύρων τὸ ἔνδοξον κλέος
Χα
ῖρε ἡ λαμπρύνουσα τὸ ἡμέτερον γένος
Χα
ῖρε δι’ἧς ἡ Ζωὴ ἐκ τοῦ τάφου ἀνέτειλεν
Χα
ῖρε δι’ἧς τῶν πιστῶν αἱ καρδία ἀγάλλονται
Χα
ῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ὡς Ζωηφόρος Τοῦ Κυρίου ἡμῶν Μήτηρ,
Τ
ῶν οὐρανῶν ὑψηλοτέρα ἀνεδείχθης,
Ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνωμεν.
Ἀλλ’ὡς φέρουσα Ζωῆς Κυρίου νάματα,
Ἐκ θανάτου ψυχικοῦ ἡμὰς ἀπάλλαξον,
Ἵνα κράζωμεν ,
Χα
ῖρε ἡ Μήτηρ τῆς Ζωῆς ἡμῶν.


4 σχόλια:

  1. ΣΥΓΧΑΡΗΤΗΡΙΑ ΓΙΑ ΤΗΝ ΔΗΜΟΣΙΕΥΣΗ ΑΥΤΗ.ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΠΟΙΗΤΗΣ ΤΩΝ ΧΑΙΡΕΤΙΣΜΩΝ ΑΥΤΩΝ;

    ΑπάντησηΔιαγραφή
  2. Τό παρόν ἔργον τῶν "Χαιρετισμῶν εἰς τήν Θεοτόκον ἐπί τή Ἀναστάσει Τοῦ Κυρίου", εἶναι ἔργον ἀνωνύμου τινός ὅπου εὑρέθη προσφάτως εἰς τινά παλαιόν βιβλίον τοῦ Ἱστορικοῦ Ι.Ναοῦ μας.*
    Δία τοῦτο καί μετά χαρᾶς τό δημοσιεύομεν εἰς ἡμετέραν ὠφέλειαν καί δόξαν τῆς Πανασπίλου καί Ἀειπαρθένου Μαρίας καί Μητέρας ἠμῶν.
    Τούς οἴκους τούτους μετά τῶν Χαιρετισμῶν τούς ἀναγιγνώσκωμεν ἑκάστη κυριακή καί εἰς τάς ἡμέρας τοῦ Πεντηκοσταρίου , ἀλλά καί εἰς οἱανδήποτε ἀνάγκη προκειμένου νά μᾶς χαρίζει ὁ Δωρεοδότης Κύριος διά πρεσβειῶν τῆς Πανάγνου Αὐτοῦ Μητέρας πάσαν Ἀνάστασιν ψυχῆς καί σώματος ἐκ τῶν ἐνθάδέ του βίου λυπηρῶν.

    Καλή καί εὐλογημένην Ἀνάστασιν καί καλόν Παράδεισον!
    13η Ἀπριλίου 2012

    Πρεσβύτερος Διονύσιος Ταμπάκης
    * Ἱερός Ναός Γενεσίου τῆς Θεοτόκου Ναυπλίου

    ΑπάντησηΔιαγραφή
  3. ΑΛΗΘΩΣ ΑΝΕΣΤΗ Ο ΚΥΡΙΟΣ.ΧΡΟΝΙΑ ΠΟΛΛΑ.ΕΥΧΑΡΙΣΤΟΥΜΕ ΓΙΑ ΤΗΝ ΑΠΑΝΤΗΣΗ.ΕΥΧΕΣΘΕ.

    ΑπάντησηΔιαγραφή
  4. Έξοχη δημοσίευση!Χριστός ανέστη!

    ΑπάντησηΔιαγραφή

ΚΑΝΤΕ ΑΝΑΖΗΤΗΣΗ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ ΜΑΣ.