18 Σεπ 2020

Τὸ τῆς Ἀντιγόνης δίλημμα

Τοῦ θέρους τελευτήσαντος, δεῖ τοὺς παῖδας αὖθις πρὸς τὰ διδασκαλεῖα ἐπανελθεῖν, ὃ ὡς ἐπὶ τὸ πολὺ τοῖς γονεῦσι μάλιστα ἀρέσκει, οἱ γὰρ παῖδες ἀπὸ τῆς οἰκίας ἀφανίζονται καὶ ἔξεστι τοῖς γονεῦσιν ἡσυχίαν τινὰ ἔχειν, ἀλλὰ ἤδη ἴσμεν ὅ τι ἔτι καὶ νῦν γίγνεται, τῆς γὰρ νόσου διὰ τῶν ἀνθρώπων ἔνθα καὶ ἔνθα διατρεχούσης οἱ γονεῖς φοβοῦνται μὴ οἱ παῖδες ἐν τῷ διδασκαλείῳ πολλοῖς ἄλλοις παισὶ συντυγχάνοντες νοσῶσιν.
Τοῦτο δὲ ἐν πολλαῖς χώραις πρόβλημα γεγένηται τοῖς ἄρχουσιν, λόγῳ μὲν γὰρ ἀναγκαῖόν ἐστι τοὺς παῖδας πρὸς τὸ διδασκαλεῖον πέμπειν, ἔργῳ δὲ πολλοῖς γονεῦσι δοκεῖ τοὺς παῖδας μὴ πέμψαι καὶ κελεύειν οἶκοι μεῖναι, καὶ εἰ οἱ ἄρχοντες τοῦτο ἀπαγορεύουσιν.
Τὸ οὖν δίλημμα τόδε ἐστίν· δεῖ ἡμᾶς τοῖς τῶν ἀρχόντων νόμοις πείθεσθαι ἢ τοῖς τῆς φύσεως νόμοις; ἴσως αὖθις τὸ τῆς Ἀντιγόνης δίλημμα... πρὸ ἡμῶν ἔχομεν...

ἐν δὲ τοῖς πανεπιστημίοις, καίπερ τῆς νόσου τῆς αὐτῆς οὔσης, τὸ δίλημμα ουδαμῶς τὸ αὐτό ἐστιν, οἱ γὰρ μαθηταὶ οὐκέτι παῖδές εἰσι καὶ αὐτοὶ ἑαυτοῖς συμβουλεύονται πότερον βούλονται ἐν τῷ πανεπιστημίῳ παρεῖναι ἢ οὔ, καὶ δὴ καὶ ἐν τοῖς πανεπιστημίοις ἄλλο τι γίγνεται ὃ σχεδὸν οὐδέποτε ἐν τοῖς διδασκαλείοις· μέρος μέγα τῶν μαθητῶν ξένοι τυγχάνουσιν ὄντες καὶ πολλοῖς καίπερ ἐλθεῖν βουλομένοις πορεύεσθαι οὐκ ἔξεστιν.

τούτων δὲ οὕτως ἐχόντων τοῖς πλείστοις τῶν πανεπιστημίων ἔδοξε τούτῳ τῷ ἔτει τῷ συστήματι χρῆσθαι ὃ “διπλοῦν δίδαγμα“ καλοῦσιν, οἱ δὲ διδάσκαλοι τοὺς μὲν ἐν τῷ ἀκροατηρίῳ παρόντας μαθητὰς διδάξουσιν, ἅμα δὲ τὸ δίδαγμα διὰ τοῦ διαδικτύου τοῖς ἀποῦσι δείξουσιν, οὓς δεήσει διαδικτύως τῷ τοῦ πανεπιστημίου συστήματι συνδεῖν ἵνα πάντα ἴδωσι τε καὶ ἀκούωσιν.

akwn.net

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΚΑΝΤΕ ΑΝΑΖΗΤΗΣΗ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ ΜΑΣ.