Στιχηρὰ τοῦ ἑσπερινοῦ τῆς ἑορτῆς τῆς Ὑπαπαντῆς ἀπὸ τὸν Διάκο Ἰωάσαφ Καρεώτη. Τὸ μέλος σὲ ἀρκετὰ σημεῖα μοιάζει μὲ τοῦ Νικολάου Σμύρνης ἀλλὰ δὲν εἶναι αὐτό. Ἐπίσης καὶ ὁ διάκο Διονύσης Φιρφιρὴς ψάλλει τὸ ἴδιο μέλος σὲ μία ἠχογράφηση. Πιθανὸν εἶναι κάποιου Ἁγιορείτου. Ἴσως τοῦ...δασκάλου τους Συνεσίου Σταυρονικητιανοῦ.
"Λέγε Συμεών, τίνα φέρων ἐν ἀγκάλαις, ἐν τῷ ναῷ ἀγάλλῃ; τίνι κράζεις καὶ βοᾷς; Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τὸν Σωτῆρά μου· Οὗτός ἐστιν, ὁ ἐκ Παρθένου τεχθείς, οὗτός ἐστιν ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν."
"Δέχου Συμεών, ὃν ὑπὸ τὸν γνόφον, Μωσῆς νομοθετοῦντα, προεώρα ἐν Σινᾷ, βρέφος γενόμενον, νόμῳ ὑποταττόμενον. Οὗτός ἐστιν, ὁ διὰ νόμου λαλήσας οὗτός ἐστιν, ὁ ἐν Προφήταις ῥηθείς, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν."
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου