6 Νοε 2020

Σεισμὸς καὶ τρομοκρατικὴ ἐπιβολή

Παῖς τις τρία ἔτη γεγονυῖα ἣ ὑπὸ τῶν ἐρειπίων ἔκειτο ἐσώθη τήμερον ἐν τῇ πόλει Σμύρνῃ, ἤδη τὴν πέμπτην ἡμέραν ἐξ οὗ σεισμὸς ταύτην τὴν χώραν ἔσεισεν. ὁ Tunc Soyer, ὁ τῆς πόλεως κώμαρχος, περὶ ταύτης τῆς ἀπροσδοκήτου σωτηρίας εἶπεν ὅτι “καὶ παρὰ τοῖς παθήμασιν ἔξεστιν ἐνίοτε εὐδαιμονίαν τινὰ καίπερ μικρὰν οὖσαν εὑρεῖν.“ αὕτη δὲ ἡ παῖς ἐνενήκοντα καὶ μίαν ὥρας ὑπὸ τῶν ἐρειπίων ἔμενεν ἕως ἐργαστής τις τῶν διὰ τῆς πόλεως τοὺς ἔτι περιόντας ζητούντων φωνήν τινα ἤκουσεν.
τοῦ σεισμοῦ ἕνεκα, βαθμὸν ἑπτὰ ἔχοντος κατὰ τὸ Richter μέτρον, ἑκατὸν μὲν καὶ πέντε ἄνθρωποι ἀπέθανον, χίλιοι δὲ ἐτρώθησαν· ὁ δὲ σεισμὸς αὐτός, τὸ ἐπικέντρον ἐν τῷ Αἰγαίῳ Πελάγει ἔχων, καὶ εἰς τὴν νῆσον Σάμον ἀφίκετο, ἐν ᾗ δύο... ἄνθρωποι ἀπέθανον.

ἀπὸ δὲ τῆς Αὐστρίας καὶ κακὰ νέα ἀφίκετο τήμερον, ἐν γὰρ τῇ πόλει Βιέννῃ τέτταρες μὲν ἄνθρωποι ἐν τρομοκρατικῇ ἐπιβολῇ ἀπέθανον, ἄλλοι δὲ πεντεκαίδεκα ἐτρώθησαν. ὁ δὲ τρομοκράτης, Kujtim Fejzulai ὀνόματι καὶ εἴκοσιν ἔτη γεγονώς, πρῶτον μὲν τῆς ἐπιβολῆς ἤρξατο ἐγγὺς συναγωγῆς τινὸς ἐν τῷ τῆς πόλεως κέντρῳ κειμένης, ἔπειτα δὲ διὰ ἄλλων τῆς πόλεως μερῶν ἐπυροβόλησεν ᾧτινι ἐντύχοι, τέλος δὲ ὑπὸ τῶν φυλάκων ἀπέθανεν. κατὰ δὲ τὸν τῆς ἀρχῆς φερέφωνον οἱ φύλακες τὸν νεανίαν ἤδη ἐγίγνωσκον διότι τῷ προτεραίῳ μηνὶ Ἀπριλίου κατεγνώσθη (καὶ εἰ μόνον ὀκτὼ μῆνας ἐν τῷ δεσμωτηρίῳ ἔκειτο), ἐνενήκοντα μὲν γὰρ ἰσλαμισταὶ πρὸς τὴν Συρίαν πορεύεσθαι ἐπείρασαν ἵνα τρομοκρατικῇ τινὶ ἑταιρείᾳ συστήσαιντο, ὁ δὲ K. F. αὐτῶν ἑταῖρος ἔτυχεν ὤν.

ἔπειτα δὲ οἱ φύλακες ἄλλους τετταρακαίδεκα ἀνθρώπους τῶν περὶ αὐτοῦ καθεῖρξαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΚΑΝΤΕ ΑΝΑΖΗΤΗΣΗ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ ΜΑΣ.