7 Σεπ 2009

Η ΓΕΝΝΗΣΗ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΜΑΡΙΑΣ


«Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν,
ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ,
τὸ τῆς παρθενίας κειμήλιον, ἢ τοῦ Ἀαρῶν βλαστήσασα ῥάβδος,
ἐκ τῆς ῥίζης τοῦ Ἱεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα,
καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα,
Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτὴ ἀνακαινίζεται,
Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται,
ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος,
ἐν ὧ τὸ παράδοξον τῆς ἀπορρήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων,
ἐτελεσιουργήθη μυστήριον, ὃν προσκυνοῦντες ἀνυμνοῦμεν,
τὴν τῆς Παρθένου πανάμωμον γέννησιν.»


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΚΑΝΤΕ ΑΝΑΖΗΤΗΣΗ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ ΜΑΣ.