16 Μαρ 2020

Ὁ Μέγας Βασίλειος περιθάλπει καὶ ἀσπάζεται τοὺς λεπροὺς

Εἶναι γνωστὴ ἡ κοινωνικὴ προσφορὰ τοῦ Μεγάλου Βασιλείου πρὸς τὶς ὁμάδες κυρίως ἀναξιοπαθούντων συνανθρώπων τῆς ἐποχῆς του. Στὸ συγκρότημα τῆς «Βασιλειάδας», ἀνάμεσα στοὺς ἄλλους ἀσθενεῖς, ὁ Μέγας Βασίλειος φρόντιζε τοὺς λεπρούς, οἱ ὁποῖοι ἦταν ἀπόβλητοι ἀπὸ τὴν κοινωνία λόγω τῆς μεταδοτικότητας τῆς θανατηφόρου νόσου τους. Μάλιστα δὲ ὁ ἴδιος προσωπικὰ φρόντιζε τὶς πληγές τους καὶ τοὺς ἀσπάζονταν, ἀναφέρεται δὲ στὴν παράδοση ὅτι ἀφοῦ καθάριζε ὁ ἴδιος ἔπειτα φιλοῦσε τὶς πληγές τους σὲ μία ἐκδήλωση ἔμπρακτης ἀγάπης. 
Μεταφέρουμε ἀπόσπασμα ἀπὸ τὸν περιφημο «Ἐπιτάφιο εἰς τὸν Μέγαν Βασίλειον Ἐπίσκοπον Καισαρείας Καππαδοκίας» τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ὅπου μεταξὺ ἄλλων ἀναφέρεται στὴν φροντίδα τῶν λεπρῶν ἀπὸ τὸν Μέγα Βασίλειο: 
«Καλὸν φιλανθρωπία καὶ πτωχοτροφία καὶ τὸ τῆς ἀνθρωπίνης ἀσθενείας βοήθημα. Μικρὸν ἀπὸ τῆς πόλεως προελθε, καὶ θέασαι τὴν καινὴν πόλιν, τὸ τῆς εὐσεβείας ταμεῖον, τὸ κοινὸν τῶν ἐχόντων θησαύρισμα, εἰς ὃ τὰ περιττά του πλούτου, ἤδη δὲ καὶ τὰ ἀναγκαία ταῖς ἐκείνου παραινέσεσιν ἀποτίθεται, σήτας ἀποσειόμενα καὶ κλέπτας οὐκ εὐφραίνοντα καὶ... φθόνου πάλην καὶ καιροῦ φθορὰν διαφεύγοντα• εν ὢ νόσος φιλοσοφεῖται καὶ συμφορὰ μακαρίζεται καὶ τὸ συμπαθὲς δοκιμάζεται. Τί μοὶ πρὸς τοῦτο τὸ ἔργον, ἑπτάπυλοι Θῆβαι καὶ Αἰγύπτιαι καὶ τείχη Βαβυλώνια καὶ Μαυσόλου Καρικὸς τάφος καὶ Πυραμίδες καὶ Κολοσσοῦ χαλκὸς ἄμετρος, ἢ ναῶν μεγέθη καὶ κάλλη τῶν μηκέτι ὄντων, ἄλλα τὲ ὅσα θαυμάζουσιν ἄνθρωποι καὶ ἱστορίαις διδόασιν, ὧν οὐδὲν τοὺς ἐγείραντας πλὴν δόξης ὀλίγης ὤνησεν; Ἐμοὶ δὲ θαυμασιώτατον, ἡ σύντομός της σωτηρίας ὁδός, ἡ ράστη πρὸς οὐρανὸν ἀνάβασις. Ουκ ἔτι πρόκειται τοῖς ὀφθαλμοῖς ἠμῶν θέαμα δεινὸν καὶ ἐλεεινόν, ἄνθρωποι νεκροὶ πρὸ θανάτου καὶ τετελευτηκότες τοῖς πλείστοις τοῦ σώματος μέλεσιν, ἀπελαυνόμενοι πόλεων, οἰκιῶν, ἀγορῶν, ὑδάτων, αὐτῶν τῶν φιλτάτων, ὀνόμασι μᾶλλον ἢ σώμασι γνωριζόμενοι• οὐδὲ προτίθενται συνόδοις τὲ καὶ συλλόγοις κατὰ συζυγίαν τὲ καὶ συναυλίαν, μηκὲτ ἐλεούμενοι διὰ τὴν νόσον, ἀλλὰ μισούμενοι• σοφισταὶ μελῶν ἐλεεινῶν, εἰ τισι καὶ φωνὴ λείπεται. Τί ἂν ἅπαντα ἐκτραγωδοίην τὰ ἡμέτερα, οὐκ ἀρκοῦντος τοῦ λόγου τῷ πάθει; Ἂλλ ἐκεῖνος γὲ μάλιστα πάντων ἐπεισεν ἀνθρώπους ὄντας ἀνθρώπων μὴ καταφρονεῖν, μὴδ ἀτιμάζειν Χριστόν, τὴν μίαν πάντων κεφαλήν, διὰ τῆς εἰς ἐκείνους ἀπανθρωπίας• ἂλλ ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰ οἰκεία εὖ τίθεσθαι, καὶ δανείζειν Θεῶ τὸν ἔλεον, ἐλέου χρήζοντας. Διά τοῦτο, οὐδὲ τοῖς χείλεσιν ἀπηξίου τιμᾶν τὴν νόσον, ὁ εὐγενὴς τὲ καὶ τῶν εὖ γεγονότων καὶ τὴν δόξαν ὑπέρλαμπρος, ἂλλ ὡς ἀδελφοὺς ἠσπάζετο, οὒχ ὅπερ ἂν τὶς ὑπολάβοι κενοδοξῶν (τὶς γὰρ τοσούτον ἀπεῖχε τοῦ πάθους;), ἀλλὰ τὸ προσιέναι τοῖς σώμασιν ἐπὶ θεραπεία διὰ τῆς ἑαυτοῦ φιλοσοφίας τυπῶν, καὶ φθεγγομένη καὶ σιωπώσα παραίνεσις. Καὶ οὒχ ἡ μὲν πόλις οὕτως, ἡ χώρα δὲ καὶ τὰ ἐκτὸς ἐτέρως• ἀλλὰ κοινὸν ἀπασιν ἀγώνα προύθηκε τοῖς τῶν λαῶν προεστῶσι, τὴν εἰς αὐτοὺς φιλανθρωπίαν καὶ μεγαλοψυχίαν. Καὶ ἄλλων μὲν οἱ ὀψοποιοὶ καὶ αἳ λιπαραὶ τράπεζαι καὶ τὰ μαγείρων μαγγανεύματα καὶ κομψεύματα καὶ οἱ φιλόκαλοι δίφροι, καὶ τῆς ἐσθῆτος ὅση μαλακὴ τὲ καὶ περιρρέουσα• Βασιλειου δὲ οἱ νοσοῦντες καὶ τὰ τῶν τραυμάτων ἄκη καὶ ἡ Χριστοῦ μίμησις, οὐ λόγω μέν, ἔργω δὲ λέπραν καθαίροντος. Πρός ταῦτα, τί φήσουσιν ἠμὶν οἱ τὸν τύφον ἐγκαλοῦντες ἐκείνω καὶ τὴν ὀφρύν, οἱ πικροὶ τῶν τηλικούτων κριταί, καὶ τῷ κανόνι τοὺς οὐ κανόνας προσάγοντες; Έστι λεπροὺς μὲν ἀσπάζεσθαι καὶ μέχρι τούτου συνταπεινοῦσθαι, τῶν δὲ ὑγιαινόντων κατοφρυάσθαι; Καὶ τήκειν μὲν τὰς σάρκας δὶ ἐγκρατείας, τὴν ψυχὴν δὲ οἰδαίνειν κενῶ φρυάγματι; Καὶ τοῦ μὲν Φαρισαίου καταγινώσκειν καὶ διηγεῖσθαι τὴν ἐξ ὄγκου ταπείνωσιν, καὶ Χριστὸν εἰδέναι μέχρι δούλου μορφῆς κατελθόντα καὶ τελώναις συνέσθοντα καὶ νίπτοντα τοὺς πόδας τῶν μαθητῶν καὶ σταυρὸν οὐκ ἀπαξιοῦντα, ἴνα προσηλώση τὴν ἐμὴν ἁμαρτίαν, καίτοι τί τούτου παραδοξότερον, Θεὸν σταυρούμενον βλέπειν, καὶ τοῦ τὸν μετὰ ληστῶν, καὶ ὑπὸ τῶν παριόντων γελώμενον, τὸν ἀνάλωτον καὶ τοῦ παθεῖν ὑψηλότερον• αὐτὸν δὲ ὑπὲρ νεφεῖν καὶ μηδὲν γινώσκειν ὁμότιμον, ὃ δοκεῖ τοῖς ἐκείνω βασκαίνουσιν; Ἂλλ οἶμαι τὸ τοῦ ἤθους εὐσταθὲς καὶ βεβηκὸς καὶ ἀπεξεσμένον τύφον ὠνόμασαν. 

1 σχόλιο:

ΚΑΝΤΕ ΑΝΑΖΗΤΗΣΗ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ ΜΑΣ.