7 Ιαν 2016

Παρακλητικὸς Κανὼν εἰς τὸν Τίμιον Πρόδρομον τοῦ Χριστοῦ

῾Ο ἱερεύς:
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
῾Ο ᾿Αναγνώστης:
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. ᾿Εκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ᾿Ακουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου. ᾿Εξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ῞Ενεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι....


Εὐθὺς εἰς  ῏Ηχον δ´.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου (τετράκις).

 Καὶ τὸ Τροπάριον.  ῏Ηχος δ´.
 ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῶ…
῾Ο τοῦ Κυρίου μεγαλώνυμος Κήρυξ καὶ ᾿Αποστόλων ἡ κρηπὶς ᾿Ιωάννη, θεομιμήτως πάριδε Πανάγιε, ἅπαντα τὰ πταίσματα, τῆς ἀθλίας ψυχῆς μου· ρῦσαι ἐκ παντοίων με καὶ ποικίλων κινδύνων, καὶ τὸν κοινὸν ἱλέωσαι Θεόν, ἵνα ἐν κρίσει παράσχῃ μοι ἄφεσιν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι.
Μνήμη δικαίου μετ’ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ρείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. ῞Οθεν τῆς ἀληθείας ὑπεραθλήσας χαίρων, εὐηγγελίσω καὶ τοῖς ἐν ῞ᾼδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. ᾿Αμήν.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμὸς  Ν´
’Ελέησόν με ὁ Θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ᾿Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με, ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ᾿Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. ᾿Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ᾿Ακουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ᾿Απόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ῞Αγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. ᾿Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ρῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ῞Οτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ᾿Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

῾Ο Κανών.
     ῏Ηχος πλ. δ´.
           ᾿Ωδὴ Α´.  ῾Υγρὰν διοδεύσας…
Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δεινῶν με χειμάζουσι λογισμοί, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Προφῆτα καὶ Πρόδρομε, Κυρίου, ἐκ πάσης νόσου καὶ βλάβης με λύτρωσαι.

Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας ἐμπιμπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Μάκαρ, ταῖς πρεσβείαις, ταῖς πρὸς Θεόν σου, Προφῆτα καὶ σῶσόν με.

 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ, Ποιητὴν ἁπάντων ἀοράτων καὶ ὁρατῶν ὡς Αὐτὸν βαπτίσας ἐκδυσώπει, ἐκ πάσης νόσου καὶ βλάβης ρυσθῆναί με.

 ῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
 Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

᾿Ωδὴ Γ´.  Οὐρανίας ἁψίδος.
 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Προστασίαν καὶ σκέπην, τὴν σὴν ἀεὶ δίδου μοι, ἐπικαλουμένῳ Προφῆτα, σὺ με κυβέρνησον, ταῖς ἱκεσίαις σου, τὸν ἀσφαλῆ πρὸς λιμένα, καὶ δεσμῶν με λύτρωσαι τοῦ πολεμήτορος.

Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
῾Ικετεύω, Προφῆτα, τὸν ψυχικὸν τάραχον, καὶ τὰς προσβολὰς τῶν δεινῶν νόσων πάντοτε ἐπερχομένας μοι, ἐξ ἐμοῦ, Πρόδρομε, τάχει, μακρὰν ἀποδίωξον ταῖς ἱκεσίαις σου.

Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Χαλεπαῖς ἁμαρτίαις, καὶ νοσεροῖς πάθεσι, περικλυζομένῳ, Προφῆτα, σύ μοι βοήθησον, ὑπὸ τὴν σκέπην σου, ὁλοτελῶς προσφυγόντι, καὶ θερμῶς κραυγάζοντι, σῶσόν με Πρόδρομε.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύι τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Διάσωσον ἐκ πάσης νόσου Πρόδρομε τοῦ Σωτῆρος, τοὺς ὑπὸ τὴν σκέπην σου καταφεύγοντας, καὶ λύτρωσαι αἰωνίων βασάνων.

’Επίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 Αἴτησις καὶ τὸ Κάθισμα.
 ῏Ηχος δ´.  Ταχὺ προκατάλαβε.
῾Ως θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῇ, Χριστὸς ἀπεκάλυψε, τὴν κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε. Πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὑρέσει, ἄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σώζοντα ἡμᾶς ἐκ φθορᾶς, ταῖς ἱκεσίαις σου.

᾿Ωδὴ Δ´.  Εἰσακήκοα Κύριε.
Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν παθῶν μου τὸν τάραχον, ὁ τὸν εἰρηνάρχην βαπτίσας Κύριον, ταῖς πρεσβείαις σου κατεύνασον, καὶ εἰς γῆν πραέων με ἐνόρμισον.

 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εὐσπλαγχνίας τὸ πέλαγος, ὁ ἀνυποστόλως κηρύξας ἅπασι, καθικέτευε σοῦ δέομαι, τῶν βασάνων ὅπως λυτρωθείημεν.

 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
’Απολαύοντες, Πρόδρομε, τῶν σῶν δωρημάτων σοὶ χαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ τῆς σῆς τρυφῶντες ἀντιλήψεως.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

 ᾿Ωδὴ Ε´.  Φώτισον ἡμᾶς.
 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πλήρωσον ἡμῶν, τὰς αἰτήσεις τῶν τιμώντων σε, ὁ τοῦ ἀδύτου τὴν ὑφήλιον φωτὸς πληρώσας τῷ κηρύγματί σου, Πρόδρομε.

 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λύτρωσον ἡμᾶς, ἐκ κινδύνων Βαπτιστὰ τοῦ Χριστοῦ, ὁ αἰωνίαν κηρύξας, λύτρωσιν, καὶ τὴν εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν.

Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λῦσον τῶν δεινῶν νοσημάτων τὴν ἀσθένειαν, τῶν πρεσβειῶν τῶν σῶν τῇ θερμότητι, ὁ τὸν Σωτῆρα βαπτίσαι φανεὶς ἐπάξιος.

 ῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
῎Ιασαι ῾Αγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν ταῖς πρεσβείαις σου παράσχου μοι.

 ᾿Ωδὴ Στ´.  Τὴν δέησιν ἐκχεῶ.
 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Θανάτου καὶ τῆς φθορᾶς ἐξάρπασον, ἀφθαρσίαν μοι διδοὺς ἀπολαύειν, ἐκ πειρασμῶν καὶ κινδύνων παντοίων, καὶ ἐξ ἐφόδου τῶν νόσων ἐξαίρων με· δεήσεσι σαῖς, Βαπτιστά, ἐν Κυρίῳ καὶ σῶσόν με δέομαι.

Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι, καὶ θερμὸν ἐν περιστάσεσι πρέσβυν, καὶ πειρασμῶν διαλύοντα νέφος, καὶ πᾶσαν νόσον καὶ βλάβην ἐλαύνοντα· καὶ δέομαι ὁ δυσμενής, ἐκ φθορᾶς τῶν παθῶν μου ρυσθῆναι με.

 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
’Εν λάκκῳ ἁμαρτιῶν ἐμπέπτωκα, καὶ αὐτοῦ ἀναδραμεῖν οὐκ ἰσχύω· ἀλλ’ ὁ Θεὸν τὸν ἐκ λάκκου λεόντων, βαπτίσας πάλαι προφήτην ῥυσάμενον, λιτάνευε ἵν’ ἐξ αὐτοῦ, ἀναγάγῃ με Τίμιε Πρόδρομε.

 ῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
῾Ως τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλώμεθα· ὦ Δέσποινα καὶ νῦν ἡμᾶς τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Διάσωσον ἐκ πάσης νόσου, Πρόδρομε τοῦ Σωτῆρος, τοὺς ὑπὸ τὴν σκέπην σου καταφεύγοντας, καὶ λύτρωσαι αἰωνίων βασάνων.

῎Αχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

῾Ο ῾Ιερεὺς μνημονεύει ὡς ἔθος.
 Εἶτα τὸ Κοντάκιον.
῏Ηχος β´.  Τὰ ἄνω ζητῶν.
Προφῆτα Θεοῦ καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ρόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

 Προκείμενον.  ῏Ηχος δ´.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Εὐαγγέλιον
᾿Εκ τοῦ κατὰ ᾿Ιωάννην (Α´ 29-34).
Τῷ καιρῷ ἐκείνῳ βλέπει ὁ ᾿Ιωάννης τὸν ᾿Ιησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· ῎Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ᾿Οπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ’ ἵνα φανερωθῇ τῷ ᾿Ισραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν ᾿Ιωάννης λέγων. ῞Οτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν· Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ᾿Εφ’ ὂν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ῾Αγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν  ὁ Υἱὸς τοῦ Θεοῦ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι.
Ταῖς τοῦ Σοῦ Προδρόμου πρεσβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.᾿Αμήν.
Ταῖς τῆς Θεοτόκου  πρεσβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

’Ελεῆμον ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.  ῏Ηχος πλ. β´
῞Ολην ἀποθέμενοι.
 Προφῆτα καὶ Πρόδρομε, ψυχῆς ἐμῆς θυμηδία, δέξαι Πανακήρατε, τὴν προσφερομένην σοι ἱκεσίαν μου, θλῖψις γὰρ ἔχει με καὶ δεινὰ παντοῖα, ᾿Ιωάννη μεγαλώνυμε, σῶσον τὸν δοῦλόν σου, καὶ χειρὸς τοῦ δράκοντός με ἐξάρπασον, καὶ τούτου τῶν παγίδων νῦν, ὡς εὐσυμπαθὴς ἐλευθέρωσον, πρεσβείαν προσάγων, καθὸ κοινὸς μεσίτης πρὸς Θεόν, καὶ πάσης νόσου ἐκλύτρωσαι τὸν αὐτοκατάκριτον.

 ῾Ο ἱερεύς·
 Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

 ᾿Ωδὴ Ζ´ .  Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς ᾿Αδὰμ ἁμαρτίας τὸ χειρόγραφον, Λόγον τὸν διαῤῥήξαντα, ἐν ρείθροις ᾿Ιορδάνου κραυγάζων   ὑπεδέξω, ᾿Ιωάννη Πανεύφημε· ὁ τῶν πατέρων ἡμῶν Θεὸς  εὐλογητὸς  εἶ.

Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Θελητὴν τοῦ ἐλέους, τὸν φιλάνθρωπον, Μάκαρ, ὑπὲρ τῶν δούλων σου, δυσώπει τῶν πταισμάτων καὶ νόσων ἰοβόλων, λυτρωθῆναι τοὺς ψάλλοντας· ὁ τῶν πατέρων ἡμῶν Θεὸς  εὐλογητὸς  εἶ.

Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Θησαυρὸν σωτηρίας καὶ γαλήνιον ὅρμον, καὶ ἐν κινδύνοις ταχὺν προστάτην τοῖς καλοῦσιν, εἰδότες σε βοῶμεν, τὸ κλυδώνιον στόρεσον, ἀσθενειῶν, Βαπτιστά, ταῖς ἱκεσίαις σου.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
 Σωμάτων μαλακίας καὶ ψυχῶν ἀρρωστίας, Θεογενήτρια, τῶν πόθῳ προσιόντων τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστὸν ἡμῖν ἀποτεκοῦσα.

᾿Ωδὴ Η´.  Τὸν Βασιλέα.
 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς, Προφῆτα, βοῶντας καὶ ἐξαιτουμένους τὴν σὴν ἐπιστασίαν.

 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν ἰαμάτων τὸ δαψιλὲς ἐπιχέεις, τοῖς πιστῶς ὑμνοῦσί σε, Προφῆτα, καὶ ἀνευφημοῦσι, Παμμάκαρ ᾿Ιωάννη.

 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς σωτηρίας τὸν ἀρχηγὸν ἱκετεύων, τὸν Χριστόν, Προφῆτα, μὴ ἐλλίπῃς ὅπως ἐκ βασάνων ῥυσθῶμεν αἰωνίων.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους, Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 ᾿Ωδὴ Θ´.  Κυρίως Θεοτόκον.
 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ροήν μου τῶν δακρύων μὴ ἀποποιήσῃς, ὁ ἐν ροαῖς ᾿Ιορδάνου τὸν πάντων Θεόν, συγκαταβάντα βαπτίσας, ὃν μεγαλύνομεν.

 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Κακώσεως δαιμόνων, τῆς ἀδιαλείπτως ἐκπιεζούσης Προφῆτά με λύτρωσαι, καὶ ἐπηρείας τῆς τούτων δεῖξον ἀνώτερον.

 Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
’Ισχὺς καὶ θεραπεία, τῇ ἐξ ἀκρασίας καὶ χαλεπῆς ἁμαρτίας, Προφῆτα γενοῦ, κεκακωμένῃ ψυχῇ μου, ἵνα γεραίρω σε.

 ῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην ἐξαφανίσασα.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.

῎Αξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως  Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

῎Αγονον καὶ ἄκαρπον τὴν ψυχήν, κέκτημαι, Παμμάκαρ, φύλλα μόνον ἄνευ καρπῶν, ἔρημον ἁπάσης ἀγαθῆς ἐργασίας, Προφῆτα, ἀρετῶν με δεῖξον καρπούμενον.

Βαπτιστὰ καὶ Πρόδρομε τοῦ Χριστοῦ, λύχνε φαεσφόρε, ἱκετεύω σε ἐκτενῶς, λύχνον ἄναψόν μου ψυχῆς τῆς ταλαιπώρου· ἐσκοτισμένην οὖσαν σὺ καταλάμπρυνον.

Δέομαι, Προφῆτα καὶ Βαπτιστά, μὴ μὲ ὑπερίδῃς, τὸν ἀνάξιον πρεσβευτήν, καταβαπτισθέντα τοῖς πάθεσι τοῦ βίου, καὶ ἐν βορβόρῳ ὄντα σὺ ἐξανάστησον.

Πρέσβευε Προφῆτα πρὸς τὸν Θεόν, ὑπὲρ τοῦ λαοῦ σου καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν καταφευγόντων τῇ σκέπῃ σου τῇ θείᾳ, καὶ ῥῦσαι πάσης νόσου καὶ περιστάσεως.

Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα· ὦ Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.

῾Ο  ᾿Αναγνώστης·
῞Αγιος ὁ Θεός. ῞Αγιος ἰσχυρός. ῞Αγιος ἀθάνατος. ᾿Ελέησον ἡμᾶς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Παναγία Τριὰς ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον.  Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.᾿Αμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου. ᾿Ελθέτω ἡ Βασιλεία Σου. Γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 ῾Ο ἱερεύς·  ῞Οτι Σοῦ ἐστιν…

 ῾Ο ῾Ιερεὺς μνημονεύει ὡς ἔθος.

 ᾿Εν τῇ ᾿Απολύσει, προσκυνοῦντες τὴν ἁγίαν Εἰκόνα,
ψάλλομεν τὸ παρὸν Προσόμοιον
 ῏Ηχος β´.  ῞Οτε ἐκ τοῦ ξύλου σε νεκρόν…
Σπεῦσον ἐξελοῦ με πειρασμῶν, Πρόδρομε Κυρίου Παμμάκαρ, καθικετεύω σε, μάτην γὰρ κεκίνηνται οἱ πολεμοῦντές με, κατ’ ἐμοῦ πικροὶ δαίμονες, ζητοῦντες ἁρπάσαι τὴν ψυχὴν τοῦ δούλου σου, ὥσπερ στρουθίον οἰκτρόν. Μή με καταλίπῃς εἰς τέλος, γνώτωσαν δὲ μᾶλλον, Προφῆτα, ὅτι σύ μου πέλεις καταφύγιον.

Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 ῾Ο ἱερεύς:
Δι᾿ εὐχῶν τῶν  ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
᾿Αμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΚΑΝΤΕ ΑΝΑΖΗΤΗΣΗ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ ΜΑΣ.