26 Φεβ 2010

Β΄ ΣΤΑΣΙΣ ΤΩΝ ΧΑΙΡΕΤΙΣΜΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα͵ ἣν ὑμνοῦντες εἶπον·

Χαῖρε͵ ἀμνοῦ καὶ ποιμένος μήτηρ·
χαῖρε͵ αὐλὴ λογικῶν προβάτων·
χαῖρε͵ ἀοράτων θηρῶν ἀμυντήριον·
χαῖρε͵ παραδείσου θυρῶν ἀνοικτήριον·
χαῖρε͵ ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ·
χαῖρε͵ ὅτι τὰ ἐπίγεια συγχορεύουσι πιστοῖς·
χαῖρε͵ τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα·
χαῖρε͵ τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος·
χαῖρε͵ στερρὸν τῆς πίστεως ἔρεισμα·
χαῖρε͵ λαμπρὸν τῆς χάριτος γνώρισμα·
χαῖρε͵ δι΄ ἧς ἐγυμνώθη ὁ Ἅδης·
χαῖρε͵ δι΄ ἧς ἐνεδύθημεν δόξαν·

Χαῖρε͵ νύμφη ἀνύμφευτε.

(ΔΙΑΒΑΣΤΕ ΚΑΙ ΤΟΥΣ ΥΠΟΛΟΙΠΟΥΣ ΧΑΙΡΕΤΙΣΜΟΥΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΜΑΣ)

Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν͵ δι΄ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες·
Ἀλληλούϊα.

δον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ δεσπότην νοοῦντες αὐτόν͵ εἰ καὶ δούλου ἔλαβε μορφήν͵ ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ·

Χαῖρε͵ ἀστέρος ἀδύτου μήτηρ·
χαῖρε͵ αὐγὴ μυστικῆς ἡμέρας·
χαῖρε͵ τῆς ἀπάτης τὴν κάμινον παύσασα·
χαῖρε͵ τῆς τριάδος τοὺς μύστας φυλάττουσα·
χαῖρε͵ τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς·
χαῖρε͵ κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν·
χαῖρε͵ ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας·
χαῖρε͵ ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων·
χαῖρε͵ πυρὸς προσκύνησιν σβέσασα·
χαῖρε͵ φλογὸς παθῶν ἀπαλλάττουσα·
χαῖρε͵ Περσῶν ὁδηγὲ σωφροσύνης·
χαῖρε͵ πασῶν γενεῶν εὐφροσύνη·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.


Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα͵ ἐκτελέσαντες σοῦ τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν͵ ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη μὴ εἰδότα ψάλλειν·
Ἀλληλούϊα.


Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης͵ σωτήρ͵ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκαν· οἱ τούτων δὲ ῥυσθέντες ἀνεβόων πρὸς τὴν θεοτόκον·

Χαῖρε͵ ἀνόρθωσις τῶν ἀνθρώπων·
χαῖρε͵ κατάπτωσις τῶν δαιμόνων·
χαῖρε͵ τῆς ἀπάτης τὴν πλάνην πατήσασα·
χαῖρε͵ τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα·
χαῖρε͵ θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν·
χαῖρε͵ πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν·
χαῖρε͵ πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει·
χαῖρε͵ σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης·
χαῖρε͵ τροφὴ τοῦ μάννα διάδοχε·
χαῖρε͵ τρυφῆς ἁγίας διάκονε·
χαῖρε͵ ἡ γῆ ἡ τῆς ἐπαγγελίας·
χαῖρε͵ ἐξ ἧς ῥέει μέλι καὶ γάλα·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.


Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος͵ ἐπεδόθης ὡς βρέφος αὐτῷ͵ ἀλλ΄ ἐγνώσθης τούτῳ καὶ θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων·
Ἀλληλούϊα.
ΠΗΓΗ:http://www.ellopos.net/notebook/akathisthymn.htm

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

ΚΑΝΤΕ ΑΝΑΖΗΤΗΣΗ ΤΟΥ ΙΣΤΟΛΟΓΙΟΥ ΜΑΣ.