Menu

27 Δεκ 2020

Χριστοῦ γεννήσεως εὐχὴ

Γράφει ὁ Σπύρος Γκάνας 
Tῆς ἡμέρας ἐνστάσης ἣ χαρᾶς μεγίστης αἰτία τοῖς χριστιανοῖς καθέστηκεν, ἔδοξεν ἡμῖν, καίτοι ἴσμεν καθῆκον τὰ προσπίπτοντα καταγράφειν, παντὸς ἄξιον εἶναι τὰ εὐκταῖα ἐκφέρειν πρὸς τοὺς αὐτοῖς ἐντυγχάνοντας. εὐχόμεθα τοίνυν πάντες ἐκ καρδίας πρῶτόν θ’ ἡμεῖς καὶ οἱ ἄλλοι οἱ κατὰ τὴν ἱστοσελίδα ξυγγραφόμενοι ὑμῖν τὴν μὲν ἑορτὴν ἀξίως τοῦ μεγέθους διαγαγεῖν, ἔστω ὑπὸ τὸν παρεστῶτα καιρόν, πλήρεις δὲ γενέσθαι πλουθυγίειας καὶ φιλότητος παρ’ αὐτὴν ἐν ταῖς ἑστιάσεσι οἰκείων καὶ συνήθων ὁμοῦ ἁθροισθέντων· λέγομεν δὲ πλοῦτον τὸν πνευματικὸν τὸν εἰς τὸ στηριχθῆναι ἡμᾶς παρὰ Θεῷ ἐξευρισκόμενον, μὴ ὀκνοῦντες δὲ τῇ εὑρέσει ἐνθυμούμενοι οἵῳ θαυμαστῷ ὁδηγῷ Μάγοι ἐκεῖνοι ἐπέτρεψαν ἑαυτοὺς πρὸς τὴν... τοῦ Κτίστου ὁδόν, σοφίας πηγὴ τῷ διψῶντι κειμένη. 
ἔτι δέ, ἵνα περιγράψωμεν τὴν εὐχήν, μὴ ἀποκάμητε πρὸς τοὺς νεωτέρους ἀεὶ διδάσκοντες καὶ ἐξηγούμενοι τὸν Λόγον, εἴ γε τυγχάνει τέκνα ἢ ἔκγονα ἄττα ὑμῖν ὄντα, καὶ γὰρ φιλεῖ ταῖς τῶν οὔπω παραλλαττόντων τὴν παιδικὴν ἡλικίαν ψυχαῖς ἐναπομάττεσθαι ῥᾷον τοὺς λόγους τε καὶ τὰς ὑποθήκας. φροντίσωμεν δὴ ὅπως προσηκόντως τιμήσομεν γέννησιν τὴν Κυρίου, τοῦτ’ ἔστι τὴν ἡμετέραν γέννησιν καὶ ἀρχὴν εἰς ἁμαρτίας ἀπόστασιν. 
ΧΡΙΣΤΟΣ ΕΤΕΧΘΗ!

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου